Section 123
THEAGES. My father knows perfectly well, Socrates, but he is pretending to you that he does not know what I want. For I have told him often enough.
SOCRATES. But earlier you were speaking to him without a witness. Now make me your witness, and declare in front of me what this wisdom is that you desire. If, for instance, you desired the wisdom by which men steer ships, and I asked you, "What wisdom do you lack, Theages?", what would you answer? Would you not say the wisdom of a pilot?
THEAGES. Yes.
SOCRATES. And if you desired the wisdom by which they drive chariots, you would say the wisdom of a charioteer?
THEAGES. Yes.
SOCRATES. The wisdom you now desire—is it a wisdom that has a name, or does it lack a name?
THEAGES. It has a name.
SOCRATES. Do you know it, then, but not its name? Or do you know its name as well?
THEAGES. I know its name.
SOCRATES. Tell me what it is.
THEAGES. What else could its name be, Socrates, but simply "wisdom"?
SOCRATES. Is not chariot-driving also a wisdom? Or do you think it is ignorance?
THEAGES. No, it is a wisdom.
SOCRATES. The wisdom by which we know how to manage horses?
THEAGES. Yes.
SOCRATES. And the wisdom of piloting is the wisdom by which we know how to steer ships?
THEAGES. Yes.
SOCRATES. Then what is the wisdom you desire? What does it know how to manage?
THEAGES. It seems to me, Socrates, that it is the wisdom by which one knows how to govern men.
SOCRATES. Does it govern sick men? For that would be the medical art.
THEAGES. No.
SOCRATES. Does it govern singers in a chorus? For that would be the art of a chorus master.
THEAGES. No.
SOCRATES. Does it govern those engaged in physical exercise? For that is the art of gymnastics.
THEAGES. Not that either.
SOCRATES. Then what sort of men does it govern? Tell me.
THEAGES. The men in the city.
Τμῆμα 123
ΣΩ. ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;
ΘΕ. ἔγωγε.
ΣΩ. τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.
ΘΕ. οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.
ΣΩ. ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο;
τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;
ΘΕ. ναί.
ΣΩ. εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;
ΘΕ. ναί.
ΣΩ. ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;
ΘΕ. οἶμαι ἔγωγε ἔχειν.
ΣΩ. πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;
ΘΕ. καὶ τὸ ὄνομα ἔγωγε.
ΣΩ. τί οὖν ἔστιν; εἰπέ.
ΘΕ. τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;
ΣΩ. οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;
ΘΕ. οὐκ ἔμοιγε.
ΣΩ. ἀλλὰ σοφία;
ΘΕ. ναί.
ΣΩ. ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;
ΘΕ. ναί.
ΣΩ. οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;
ΘΕ. ἔμοιγε δοκεῖ.
ΣΩ. ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;
ΘΕ. αὕτη μὲν οὖν.
ΣΩ. ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος ἐπιστάμεθα ἄρχειν;
ΘΕ. ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.
ΣΩ. μῶν ᾗ τῶν καμνόντων;
ΘΕ. οὐ δῆτα.
ΣΩ. ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;
ΘΕ. ναί.
ΣΩ. ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;
ΘΕ. οὔ.
ΣΩ. μουσικὴ γὰρ αὕτη γε;
ΘΕ. πάνυ γε.
ΣΩ. ἀλλʼ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;
ΘΕ. οὔ.
ΣΩ. γυμναστικὴ γὰρ αὕτη γε;
ΘΕ. ναί.
ΣΩ. ἀλλʼ ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.