Section 136
SOCRATES. "And if you were on a ship in a storm, would you trust the philosopher or the pilot?" "The pilot," he said. "And if you were building a house, would you hire the philosopher or the builder?" "The builder." "And isn't it the same in all other matters? As long as there is an expert, the philosopher is useless, because he is only second-best." "It appears so," he agreed. "Then the philosopher seems to be a useless person, my friend. For there are always experts available in the various arts, and we agreed that the good men are useful, and the bad are useless." The intellectual lover was compelled to agree to this, though reluctantly. "But let me ask you this," I continued. "Is it the same art that knows how to punish dogs and horses correctly, and also how to make them better?" "Yes, it is the same." "And is this the same art that knows how to distinguish the good from the bad?" "Yes." "And does this apply to humans as well? Is the art that makes humans better the same one that knows how to punish them properly and distinguish the good from the bad?" "It is," he said. "And the art that applies to one human, does it also apply to many? And the one that applies to many, does it apply to one?" "Yes." "And the same is true for horses and everything else?" "Yes."
Τμῆμα 136
τάχʼ ἂν ἴσως τοιοῦτόν τι λέγοις καὶ τὸ φιλοσοφεῖν ἀπεργάζεσθαι τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα· τῶν μὲν πρώτων εἰς σύνεσιν περὶ τὰς τέχνας ἐλλείπεσθαι, τὰ δευτερεῖα δʼ ἔχοντας τῶν ἄλλων περιεῖναι, καὶ οὕτως γίγνεσθαι περὶ πάντα ὕπακρόν τινα ἄνδρα τὸν πεφιλοσοφηκότα· τοιοῦτόν τινά μοι δοκεῖς ἐνδείκνυσθαι.
καλῶς γέ μοι, ἔφη, ὦ Σώκρατες, φαίνῃ ὑπολαμβάνειν τὰ περὶ τοῦ φιλοσόφου, ἀπεικάσας αὐτὸν τῷ πεντάθλῳ. ἔστιν γὰρ ἀτεχνῶς τοιοῦτος οἷος μὴ δουλεύειν μηδενὶ πράγματι, μηδʼ εἰς τὴν ἀκρίβειαν μηδὲν διαπεπονηκέναι, ὥστε διὰ τὴν τοῦ ἑνὸς τούτου ἐπιμέλειαν τῶν ἄλλων ἁπάντων ἀπολελεῖφθαι, ὥσπερ οἱ δημιουργοί, ἀλλὰ πάντων μετρίως ἐφῆφθαι.
μετὰ ταύτην δὴ τὴν ἀπόκρισιν ἐγὼ προθυμούμενος σαφῶς εἰδέναι ὅτι λέγοι, ἐπυνθανόμην αὐτοῦ τοὺς ἀγαθοὺς πότερον χρησίμους ἢ ἀχρήστους εἶναι ὑπολαμβάνοι.
χρησίμους δήπου, ὦ Σώκρατες, ἔφη.
ἆρʼ οὖν, εἴπερ οἱ ἀγαθοὶ χρήσιμοι, οἱ πονηροὶ ἄχρηστοι;
ὡμολόγει.
τί δέ; τοὺς φιλοσόφους ἄνδρας χρησίμους ἡγῇ ἢ οὔ;
ὁ δὲ ὡμολόγει χρησίμους, καὶ πρός γε ἔφη χρησιμωτάτους εἶναι ἡγεῖσθαι.
φέρε δὴ γνῶμεν, εἰ σὺ ἀληθῆ λέγεις, ποῦ καὶ χρήσιμοι ἡμῖν εἰσιν οἱ ὕπακροι οὗτοι; δῆλον γὰρ ὅτι ἑκάστου γε τῶν τὰς τέχνας ἐχόντων φαυλότερός ἐστιν ὁ φιλόσοφος.
ὡμολόγει.
φέρε δὴ σύ, ἦν δʼ ἐγώ, εἰ τύχοις ἢ αὐτὸς ἀσθενήσας ἢ τῶν φίλων τις τῶν σῶν περὶ ὧν σὺ σπουδὴν μεγάλην ἔχεις, πότερον ὑγείαν βουλόμενος κτήσασθαι τὸν ὕπακρον ἐκεῖνον τὸν φιλόσοφον εἰσάγοις ἂν εἰς τὴν οἰκίαν ἢ τὸν ἰατρὸν λάβοις;
ἀμφοτέρους ἔγωγʼ ἄν, ἔφη.
μή μοι, εἶπον ἐγώ, ἀμφοτέρους λέγε, ἀλλʼ ὁπότερον μᾶλλόν τε καὶ πρότερον.
οὐδεὶς ἄν, ἔφη, τοῦτό γε ἀμφισβητήσειεν, ὡς οὐχὶ τὸν ἰατρὸν καὶ μᾶλλον καὶ πρότερον.
τί δʼ; ἐν νηὶ χειμαζομένῃ ποτέρῳ ἂν μᾶλλον ἐπιτρέποις σαυτόν τε καὶ τὰ σεαυτοῦ, τῷ κυβερνήτῃ ἢ τῷ φιλοσόφῳ;
τῷ κυβερνήτῃ ἔγωγε.
οὐκοῦν καὶ τἆλλα πάνθʼ οὕτως, ἕως ἄν τις δημιουργὸς ᾖ, οὐ χρήσιμός ἐστιν ὁ φιλόσοφος;
φαίνεται, ἔφη.
οὐκοῦν νῦν ἄχρηστός τις ἡμῖν ἐστιν ὁ φιλόσοφος; εἰσὶ γὰρ ἡμῖν ἀεί που δημιουργοί· ὡμολογήσαμεν δὲ τοὺς μὲν ἀγαθοὺς χρησίμους εἶναι, τοὺς δὲ μοχθηροὺς ἀχρήστους.
ἠναγκάζετο ὁμολογεῖν.
τί οὖν μετὰ τοῦτο; ἔρωμαί σε ἢ ἀγροικότερόν ἐστιν ἐρέσθαι—
ἐροῦ ὅτι βούλει.