Book XII
Section 949
ΑΘ. νόμος δὴ κείσθω δικαστὴν μὲν ὀμνύναι δικάζειν μέλλοντα, καὶ τὸν τὰς ἀρχὰς τῷ κοινῷ καθιστάντα διʼ ὅρκων ἢ διὰ φορᾶς ψήφων ἀφʼ ἱερῶν φέροντα δρᾶν ἀεὶ τὸ τοιοῦτον, καὶ κριτὴν αὖ χορῶν καὶ πάσης μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν ἄθλων ἐπιστάτας καὶ βραβέας καὶ ἁπάντων ὁπόσα μὴ φέρει κέρδος κατὰ τὴν ἀνθρωπίνην δόξαν τῷ ἐπιορκοῦντι· τῶν δὲ ὁπόσα ἐξαρνηθέντι καὶ ἐξομοσαμένῳ κέρδος μέγα φανερὸν εἶναι δοκεῖ, ταῦτα δὲ διὰ δικῶν ὅρκων χωρὶς κρίνεσθαι σύμπαντας τοὺς ἐπικαλοῦντας ἀλλήλοις. καὶ τὸ παράπαν ἐν δίκῃ τοὺς προέδρους μὴ ἐπιτρέπειν μήτε ὀμνύντι λέγειν πιθανότητος χάριν μήτε ἐπαρώμενον ἑαυτῷ καὶ γένει μήτε ἱκετείαις χρώμενον ἀσχήμοσιν μήτε οἴκτοις γυναικείοις, ἀλλὰ τὸ δίκαιον μετʼ εὐφημίας διδάσκοντα καὶ μανθάνοντα ἀεὶ διατελεῖν, εἰ δὲ μή, καθάπερ ἔξω τοῦ λόγου λέγοντος, τοὺς ἄρχοντας πάλιν ἐπανάγειν εἰς τὸν περὶ τοῦ πράγματος ἀεὶ λόγον. ξένῳ δʼ εἶναι πρὸς ξένους, καθάπερ τὰ νῦν, δέχεσθαί τε ὅρκους παρʼ ἀλλήλων, ἂν ἐθέλωσι, καὶ διδόναι κυρίως—οὐ γὰρ καταγηράσουσιν οὐδʼ ἐννεοττεύοντες ἐν τῇ πόλει ὡς τὸ πολὺ τοιούτους ἄλλους κυρίους τῆς χώρας παρέξονται συντρόφους —δικῶν τε περὶ λήξεως τὸν αὐτὸν τρόπον εἶναι πρὸς ἀλλήλους πᾶσι τὴν κρίσιν.ὅσα τις ἐλεύθερος ἀπειθεῖ τῇ πόλει, μήτʼ οὖν πληγῶν ἄξια μηδʼ αὖ δεσμῶν μηδὲ θανάτου, περὶ δὲ χορείας τινῶν φοιτήσεων ἢ πομπεύσεων ἢ τοιούτων τινῶν ἄλλων κοινῶν κοσμήσεων ἢ λῃτουργιῶν, ὁπόσα περὶ θυσίας εἰρηνικῆς ἢ πολεμικῶν εἰσφορῶν εἵνεκα, πάντων τῶν τοιούτων τὴν πρώτην ἀνάγκην ἰατὴν εἶναι τῆς ζημίας, τοῖς δὲ μὴ πειθομένοις ἐνεχυρασίαν τούτοις οἷς ἂν πόλις ἅμα καὶ νόμος εἰσπράττειν προστάττῃ, τῶν δὲ ἀπειθούντων ταῖς ἐνεχυρασίαις πρᾶσιν τῶν ἐνεχύρων εἶναι, τὸ δὲ νόμισμα γίγνεσθαι τῇ πόλει· ἐὰν δὲ ζημίας δέωνται πλείονος, τὰς ἀρχὰς ἑκάστας τοῖς ἀπειθοῦσι τὰς πρεπούσας ζημίας ἐπιβαλλούσας εἰσάγειν εἰς τὸ δικαστήριον, ἕως ἂν ἐθελήσωσι δρᾶν τὸ προσταχθέν.πόλει δέ, ἥτις ἂν μήτε χρηματίζηται πλὴν τὸν ἐκ γῆς χρηματισμὸν μήτʼ ἐμπορεύηται, περὶ ἀποδημίας ἑαυτῶν ἔξω τῆς χώρας καὶ ξένων ὑποδοχῆς ἄλλοθεν ἀνάγκη βεβουλεῦσθαι τί χρὴ δρᾶν· συμβουλεύειν οὖν τὸν νομοθέτην δεῖ τούτων πέρι πρῶτον πείθοντα εἰς δύναμιν.