Book XII

ΑΘ. τὰ μὲν δὴ γέρα ταῦτα τοῖς τὰς εὐθύνας διαφυγοῦσιν· ἂν δέ τις τούτων, πιστεύων τῷ κεκρίσθαι, τὴν ἀνθρωπίνην φύσιν ἐπιδείξῃ κακὸς γενόμενος ὕστερον τῆς κρίσεως, γράφεσθαι μὲν τὸν βουλόμενον αὐτὸν ὁ νόμος προσταττέτω, ὁ δʼ ἀγὼν ἐν δικαστηρίῳ γιγνέσθω τοιῷδέ τινι τρόπῳ. πρῶτον μὲν νομοφύλακες ἔστωσαν τούτου τοῦ δικαστηρίου, ἔπειτα αὐτῶν τούτων οἱ ζῶντες, πρὸς δὲ τούτοις τὸ τῶν ἐκλεκτῶν δικαστήριον, γραφέσθω δὲ ὁ γραφόμενος, ὃν ἂν γράφηται, λέγουσαν τὴν γραφὴν ἀνάξιον εἶναι τὸν καὶ τὸν τῶν ἀριστείων καὶ τῆς ἀρχῆς· καὶ ἐὰν μὲν ὁ φεύγων ἁλῷ, στερέσθω τῆς ἀρχῆς καὶ τοῦ τάφου καὶ τῶν ἄλλων τῶν δοθεισῶν αὐτῷ τιμῶν, ἐὰν δὲ ὁ διώκων μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, τινέτω ὁ μὲν τοῦ μεγίστου τιμήματος δώδεκα μνᾶς, ὀκτὼ δὲ ὁ τοῦ δευτέρου, τρίτου δὲ ἕξ, τετάρτου δὲ δύο.Ῥαδαμάνθυος δὲ περὶ τὴν λεγομένην κρίσιν τῶν δικῶν ἄξιον ἄγασθαι, διότι κατεῖδεν τοὺς τότε ἀνθρώπους ἡγουμένους ἐναργῶς εἶναι θεούς, εἰκότως, ἅτε κατὰ τὸν τότε χρόνον τῶν πολλῶν ἐκ θεῶν ὄντων, ὧν εἷς ἦν αὐτός, ὥς γε λόγος. ἔοικεν δὴ δικαστῇ μὲν ἀνθρώπων οὐδενὶ διανοούμενος δεῖν ἐπιτρέπειν, θεοῖς δέ, ὅθεν ἁπλαῖ καὶ ταχεῖαι δίκαι ἐκρίνοντʼ αὐτῷ· διδοὺς γὰρ περὶ ἑκάστων τῶν ἀμφισβητουμένων ὅρκον τοῖς ἀμφισβητοῦσιν ἀπηλλάττετο ταχὺ καὶ ἀσφαλῶς. νῦν δὲ δὴ ὅτε μέρος τι μέν, φαμέν, ἀνθρώπων τὸ παράπαν οὐχ ἡγοῦνται θεούς, οἱ δὲ οὐ φροντίζειν ἡμῶν αὐτοὺς διανοοῦνται, τῶν δὲ δὴ πλείστων ἐστὶ καὶ κακίστων ἡ δόξα ὡς σμικρὰ δεχόμενοι θύματα καὶ θωπείας πολλὰ συναποστεροῦσι χρήματα καὶ μεγάλων σφᾶς ἐκλύονται κατὰ πολλὰ ζημιῶν, οὐκέτι δὴ τοῖς νῦν ἀνθρώποις ἡ Ῥαδαμάνθυος ἂν εἴη τέχνη πρέπουσα ἐν δίκαις. μεταβεβληκυιῶν οὖν τῶν περὶ θεοὺς δοξῶν ἐν τοῖς ἀνθρώποις μεταβάλλειν δεῖ καὶ τοὺς νόμους· ἐν γὰρ λήξεσιν δικῶν τοὺς μετὰ νοῦ τιθεμένους νόμους ἐξαιρεῖν χρὴ τοὺς ὅρκους τῶν ἀντιδικούντων ἑκατέρων, καὶ τὸν λαγχάνοντά τῴ τινα δίκην τὰ μὲν ἐγκλήματα γράφειν, ὅρκον δὲ μὴ ἐπομνύναι, καὶ τὸν φεύγοντα κατὰ ταὐτὰ τὴν ἄρνησιν γράψαντα παραδοῦναι τοῖς ἄρχουσιν ἀνώμοτον. δεινὸν γάρ που, δικῶν γʼ ἐν πόλει πολλῶν γενομένων, εὖ εἰδέναι σμικροῦ δεῖν τοὺς ἡμίσεις αὐτῶν ἐπιωρκηκότας, ἐν συσσιτίοις τε ἀλλήλοις εὐχερῶς συγγιγνομένους καὶ ἐν ἄλλαις συνουσίαις τε καὶ ἰδιωτικαῖς συγγενήσεσιν ἑκάστων.