Book XII
Section 950
ΑΘ. πέφυκεν δὲ ἡ πόλεων ἐπιμειξία πόλεσιν ἤθη κεραννύναι παντοδαπά, καινοτομίας ἀλλήλοις ἐμποιούντων ξένων ξένοις· ὃ δὴ τοῖς μὲν εὖ πολιτευομένοις διὰ νόμων ὀρθῶν βλάβην ἂν φέροι μεγίστην πασῶν, ταῖς δὲ πλείσταις πόλεσιν, ἅτε οὐδαμῶς εὐνομουμέναις, οὐδὲν διαφέρει φύρεσθαι δεχομένους τε αὐτοῖς ξένους καὶ αὐτοὺς εἰς τὰς ἄλλας ἐπικωμάζοντας πόλεις, ὅταν ἐπιθυμήσῃ τις ἀποδημίας ὁπῃοῦν καὶ ὁπότε, εἴτε νέος εἴτε καὶ πρεσβύτερος ὤν. τὸ δʼ αὖ μήτε ἄλλους δέχεσθαι μήτε αὐτοὺς ἄλλοσε ἀποδημεῖν ἅμα μὲν οὐκ ἐγχωρεῖ τό γε παράπαν, ἔτι δὲ ἄγριον καὶ ἀπηνὲς φαίνοιτʼ ἂν τοῖς ἄλλοις ἀνθρώποις, ὀνόμασίν τε χαλεποῖς ταῖσιν λεγομέναις ξενηλασίαις χρωμένους καὶ τρόποις αὐθάδεσι καὶ χαλεποῖς, ὡς δοκοῖεν ἄν· χρὴ δὲ οὔποτε περὶ σμικροῦ ποιεῖσθαι τὸ δοκεῖν ἀγαθοὺς εἶναι τοῖς ἄλλοις ἢ μὴ δοκεῖν. οὐ γὰρ ὅσον οὐσίας ἀρετῆς ἀπεσφαλμένοι τυγχάνουσιν οἱ πολλοί, τοσοῦτον καὶ τοῦ κρίνειν τοὺς ἄλλους ὅσοι πονηροὶ καὶ χρηστοί, θεῖον δέ τι καὶ εὔστοχον ἔνεστι καὶ τοῖσιν κακοῖς, ὥστε πάμπολλοι καὶ τῶν σφόδρα κακῶν εὖ τοῖς λόγοις καὶ ταῖς δόξαις διαιροῦνται τοὺς ἀμείνους τῶν ἀνθρώπων καὶ τοὺς χείρονας. διὸ καλὸν ταῖς πολλαῖς πόλεσι τὸ παρακέλευμά ἐστιν, προτιμᾶν τὴν εὐδοξίαν πρὸς τῶν πολλῶν. τὸ μὲν γὰρ ὀρθότατον καὶ μέγιστον, ὄντα ἀγαθὸν ἀληθῶς οὕτω τὸν εὔδοξον βίον θηρεύειν, χωρὶς δὲ μηδαμῶς, τόν γε τέλεον ἄνδρα ἐσόμενον, καὶ δὴ καὶ τῇ κατὰ Κρήτην οἰκιζομένῃ πόλει πρέπον ἂν εἴη δόξαν πρὸς τῶν ἄλλων ἀνθρώπων ὅτι καλλίστην τε καὶ ἀρίστην παρασκευάζεσθαι πρὸς ἀρετήν· πᾶσα δʼ ἐλπὶς αὐτὴν ἐκ τῶν εἰκότων, ἄνπερ κατὰ λόγον γίγνηται, μετʼ ὀλίγων ἥλιον ὄψεσθαι καὶ τοὺς ἄλλους θεοὺς ἐν ταῖς εὐνόμοις πόλεσι καὶ χώραις. ὧδε οὖν χρὴ ποιεῖν περὶ ἀποδημίας εἰς ἄλλας χώρας καὶ τόπους καὶ περὶ ὑποδοχῆς ξένων. πρῶτον μὲν νεωτέρῳ ἐτῶν τετταράκοντα μὴ ἐξέστω ἀποδημῆσαι μηδαμῇ μηδαμῶς, ἔτι τε ἰδίᾳ μηδενί, δημοσίᾳ δʼ ἔστω κήρυξιν ἢ πρεσβείαις ἢ καί τισι θεωροῖς· τὰς δὲ κατὰ πόλεμον καὶ στρατείας ἀποδημίας οὐκ ἐν ἐκδημίαις πολιτικαῖς ἄξιον ἀγορεύειν ὡς τούτων οὔσας.