Book XI

ΑΘ. ἐὰν δὲ ὑός τῳ τελευτήσῃ παῖς ὤν, πρὶν εἰς ἄνδρας δυνατὸς εἶναι τελεῖν, εἴτε γεννητὸς ὢν εἴτε ποιητός, γραφέτω καὶ περὶ τῆς τοιαύτης τύχης ὁ τὴν διαθήκην γράφων τίνα χρὴ παῖδα αὐτῷ δεύτερον ἐπὶ τύχαις ἀμείνοσιν γίγνεσθαι. ἐὰν δέ τις ἄπαις ὢν τὸ παράπαν διαθήκην γράφῃ, τὸ τῆς ἐπικτήτου δεκατημόριον ἐξελόμενος, ἐὰν ἐθέλῃ τῳ δωρεῖσθαι, δωρείσθω· τὰ δὲ ἄλλα παραδιδοὺς πάντα τῷ ποιηθέντι ἄμεμπτος ἵλεων ὑὸν αὐτὸν ποιείσθω σὺν νόμῳ. ᾧ δʼ ἂν ἐπιτρόπων οἱ παῖδες δέωνται, ἐὰν μὲν διαθέμενος τελευτᾷ καὶ γράψας ἐπιτρόπους τοῖς παισὶν ἑκόντας τε καὶ ὁμολογοῦντας ἐπιτροπεύσειν οὑστινασοῦν καὶ ὁπόσους ἂν ἐθέλῃ, κατὰ ταῦτα τὰ γραφέντα ἡ τῶν ἐπιτρόπων αἵρεσις γιγνέσθω κυρία· ἐὰν δὲ ἢ τὸ παράπαν μὴ διαθέμενος τελευτήσῃ τις ἢ τῆς τῶν ἐπιτρόπων αἱρέσεως ἐλλιπής, ἐπιτρόπους εἶναι τοὺς ἐγγύτατα γένει πρὸς πατρὸς καὶ μητρὸς κυρίους, δύο μὲν πρὸς πατρός, δύο δὲ πρὸς μητρός, ἕνα δʼ ἐκ τῶν τοῦ τελευτήσαντος φίλων, τούτους δʼ οἱ νομοφύλακες καθιστάντων τῷ δεομένῳ τῶν ὀρφανῶν. καὶ πάσης τῆς ἐπιτροπῆς καὶ τῶν ὀρφανῶν πεντεκαίδεκα τῶν νομοφυλάκων οἱ πρεσβύτατοι πάντων ἐπιμελείσθων ἀεὶ κατὰ πρέσβιν καὶ κατὰ τρεῖς διελόμενοι σφᾶς αὐτούς, κατʼ ἐνιαυτὸν τρεῖς καὶ κατʼ ἐνιαυτὸν ἄλλον ἕτεροι τρεῖς, ἕως ἂν αἱ πέντε περίοδοι γίγνωνται κύκλῳ· καὶ τοῦτο ἐκλιπέτω μηδέποτε κατὰ δύναμιν.ὃς δʼ ἂν μηδὲν τὸ παράπαν διαθέμενος ἀποθάνῃ, παῖδας μὲν καταλιπὼν δεομένους ἐπιτροπῆς, τῶν αὐτῶν νόμων τούτων ἡ χρεία τῶν παίδων αὐτοῦ μετεχέτω· θηλείας δὲ ἂν καταλείπῃ τις ἀπροσδοκήτῳ τύχῃ χρησάμενος, συγγνώμην τῷ τιθέντι τὸν νόμον ἐχέτω, ἐὰν τῶν τριῶν αὐτοῦ πρὸς τὰ δύο ἐπισκοπῶν τὴν ἔκδοσιν τῶν θυγατέρων ποιῆται, πρός τε τὴν τοῦ γένους ἀγχιστείαν καὶ τὴν τοῦ κλήρου σωτηρίαν, τὸ δὲ τρίτον, ὅπερ ἂν πατὴρ διασκέψαιτο, ἐξ ἁπάντων τῶν πολιτῶν βλέπων εἰς ἤθη τε καὶ τρόπους τὸν ἐπιτήδειον αὑτῷ μὲν ὑόν, νυμφίον δʼ εἶναι τῇ θυγατρί, τοῦτο δὲ παραλείπῃ διὰ τὴν ἀδύνατον σκέψιν. νόμος τοίνυν εἰς δύναμιν ὅδε περὶ τῶν τοιούτων κείσθω· ἐὰν ὁ μὴ διαθέμενος θυγατέρας λείπῃ, τοῦδε ἀποθανόντος, ἀδελφὸς ὁμοπάτωρ ἢ ἄκληρος ὁμομήτριος ἐχέτω τὴν θυγατέρα καὶ τὸν κλῆρον τοῦ τελευτήσαντος· ἐὰν δὲ μὴ ᾖ ἀδελφός, ἀδελφοῦ δὲ παῖς, ὡσαύτως, ἐὰν ἐν ἡλικίᾳ πρὸς ἀλλήλους ὦσιν· ἐὰν δὲ μηδὲ εἷς τούτων, ἀδελφῆς δὲ παῖς ᾖ, κατὰ ταὐτά· τέταρτος δὲ πατρὸς ἀδελφός, πέμπτος δὲ τούτου παῖς, ἕκτος δὲ ἀδελφῆς πατρὸς ἔκγονος.