Book XI

ΑΘ. τὸν λόγον τοῦτον, ὠγαθέ, φοβούμενοι, τὸν νόμον ἐτίθεσαν τὸν ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ἁπλῶς ὅπως ἄν τις ἐθέλῃ τὸ παράπαν, ἐγὼ δὲ καὶ σὺ τοῖς ἐν τῇ σῇ πόλει μέλλουσι τελευτᾶν ἀποκρινούμεθα ἐμμελέστερόν πως. ὦ φίλοι, φήσομεν, καὶ ἀτεχνῶς ἐφήμεροι, χαλεπὸν ὑμῖν ἐστιν γιγνώσκειν τὰ ὑμέτερʼ αὐτῶν χρήματα καὶ πρός γε ὑμᾶς αὐτούς, ὥσπερ καὶ τὸ τῆς Πυθίας γράμμα φράζει, τὰ νῦν. ἔγωγʼ οὖν νομοθέτης ὢν οὔθʼ ὑμᾶς ὑμῶν αὐτῶν εἶναι τίθημι οὔτε τὴν οὐσίαν ταύτην, σύμπαντος δὲ τοῦ γένους ὑμῶν τοῦ τε ἔμπροσθεν καὶ τοῦ ἔπειτα ἐσομένου, καὶ ἔτι μᾶλλον τῆς πόλεως εἶναι τό τε γένος πᾶν καὶ τὴν οὐσίαν· καὶ οὕτω τούτων ἐχόντων, οὐκ, ἐάν τις ὑμᾶς θωπείαις ὑποδραμὼν ἐν νόσοις ἢ γήρᾳ σαλεύοντας παρὰ τὸ βέλτιστον διατίθεσθαι πείθῃ, συγχωρήσομαι ἑκών, ὅτι δὲ τῇ πόλει τε ἄριστον πάσῃ καὶ γένει, πρὸς πᾶν τοῦτο βλέπων νομοθετήσω, τὸ ἑνὸς ἑκάστου κατατιθεὶς ἐν μοίραις ἐλάττοσι δικαίως. ὑμεῖς δὲ ἡμῖν ἵλεῴ τε καὶ εὐμενεῖς ὄντες πορεύοισθε ᾗπερ κατὰ φύσιν νῦν πορεύεσθε τὴν ἀνθρωπίνην· ἡμῖν δὲ περὶ τῶν ἄλλων τῶν ὑμετέρων μελήσει, κηδομένοις ὅτι μάλιστα εἰς δύναμιν, οὐ τῶν μέν, τῶν δὲ οὔ. ταῦτα μὲν οὖν παραμύθιά τε καὶ προοίμια τῶν τε ζώντων, ὦ Κλεινία, καὶ τῶν τελευτώντων ἔστω, νόμος δὲ ὅδε· ὃς ἂν διαθήκην γράφῃ τὰ αὑτοῦ διατιθέμενος, παίδων ὢν πατήρ, πρῶτον μὲν τῶν ὑέων κληρονόμον ὃν ἂν ἀξιώσῃ γίγνεσθαι γραφέτω, τῶν δὲ ἄλλων παίδων, ὃν ἂν μὲν ἑτέρῳ ποιεῖσθαι διδῷ δεχομένῳ, γραφέσθω τοῦτο αὐτό· ἐὰν δὲ περιγίγνηταί τις τῶν ὑέων αὐτῷ μὴ ἐπί τινι κλήρῳ πεποιημένος, ὃν κατὰ νόμον ἐλπὶς εἰς ἀποικίαν ἐκπεμφθήσεσθαι, τούτῳ τῶν ἄλλων χρημάτων ἐξέστω τῷ πατρὶ διδόναι ὅσα ἂν ἐθέλῃ, πλὴν τοῦ πατρῴου κλήρου καὶ τῆς περὶ τὸν κλῆρον κατασκευῆς πάσης, καὶ ἐὰν πλείους ὦσιν, πρὸς μέρος ὁ πατὴρ ὅπῃ ἂν ἐθέλῃ νεμέτω τὰ περιόντα τοῦ κλήρου. ὅτῳ δʼ ἂν τῶν ὑέων ὑπάρχων οἶκος ᾖ, μὴ νέμειν τούτῳ τῶν χρημάτων, θυγατρί τε ὡσαύτως, ᾗ μὲν ἂν ἐγγεγυημένος ὡς ἀνὴρ ἐσόμενος ᾖ, μὴ νέμειν, ᾗ δʼ ἂν μή, νέμειν· ἐὰν δέ τῳ τῶν ὑέων ἢ καὶ τῶν θυγατέρων φανῇ κλῆρος ἐπιχώριος τῆς διαθήκης γενόμενος ὕστερον, τῷ κληρονόμῳ τοῦ τὴν διαθήκην διαθεμένου καταλειπέτω. ἐὰν δὲ ἄρρενας μὲν μὴ λείπῃ, θηλείας δέ, ὁ διατιθέμενος, ἄνδρα μὲν τῶν θυγατέρων ᾗτινι ἂν ἐθέλῃ, ὑὸν δὲ αὑτῷ καταλειπέτω, γράψας κληρονόμον·