Book XI

ΑΘ. ὡσαύτως δὲ τὸ γένος ἀεὶ πορευέσθω κατʼ ἀγχιστείαν, ἐάν τις παῖδας θηλείας καταλείπῃ, διʼ ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιόν, ἔμπροσθε μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει. τὴν δὲ τούτων γάμου χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν ὁ δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας· ἐὰν δὲ τοῖς οἰκείοις ἀπορία συγγενῶν ᾖ μέχρι μὲν ἀδελφοῦ ὑιδῶν, μέχρι δὲ πάππου παίδων ὡσαύτως, τῶν ἄλλων ὅντινʼ ἂν ἡ παῖς μετʼ ἐπιτρόπων αἱρῆται τῶν πολιτῶν ἑκούσιον ἑκουσία, κληρονόμος γιγνέσθω τοῦ τελευτήσαντος καὶ τῆς θυγατρὸς νυμφίος. ἔτι δὲ πολλὰ πολλῶν καὶ πλείων ἀπορία τῶν τοιούτων γίγνοιτʼ ἂν ἔστιν ὅτʼ ἐν αὐτῇ τῇ πόλει· ἂν οὖν δή τις ἀπορουμένη τῶν αὐτόθεν ὁρᾷ τινα εἰς ἀποικίαν ἀπεσταλμένον, ᾖ δὲ κατὰ νοῦν αὐτῇ κληρονόμον ἐκεῖνον γίγνεσθαι τῶν τοῦ πατρός, ἐὰν μὲν συγγενὴς ᾖ, κατὰ τὴν τάξιν τοῦ νόμου ἐπὶ τὸν κλῆρον πορευέσθω, ἐὰν δὲ ἐκτὸς γένους, τῶν ἐν τῇ πόλει ὄντων ἔξω τῆς συγγενείας, κύριος ἔστω κατὰ τὴν τῶν ἐπιτρόπων καὶ τῆς παιδὸς τοῦ τελευτήσαντος αἵρεσιν γῆμαι καὶ τὸν κλῆρον ἐπανελθὼν οἴκαδε λαβεῖν τοῦ μὴ διαθεμένου. ἄπαις δὲ ἀρρένων τε καὶ θηλειῶν τὸ παράπαν ὃς ἂν μὴ διαθέμενος τελευτᾷ, τὰ μὲν ἄλλα περὶ τοῦ τοιούτου κατὰ τὸν ἔμπροσθεν ἐχέτω νόμον, θήλεια δὲ καὶ ἄρρην οἷον σύννομοι ἴτωσαν ἐκ τοῦ γένους εἰς τὸν ἐξηρημωμένον ἑκάστοτε οἶκον, ὧν ὁ κλῆρος γιγνέσθω κυρίως, ἀδελφὴ μὲν πρῶτον, ἀδελφοῦ δὲ θυγάτηρ δευτέρα, τρίτη δὲ ἔκγονος ἀδελφῆς, τετάρτη δὲ πατρὸς ἀδελφή, καὶ πέμπτη πατρὸς ἀδελφοῦ παῖς, ἕκτη δὲ ἀδελφῆς πατρὸς ἂν εἴη παῖς· συνοικίζειν δὲ ταύτας ἐκείνοις κατʼ ἀγχιστείαν καὶ θέμιν, ὡς ἔμπροσθεν ἐνομοθετήσαμεν. μὴ δὴ λανθανέτω τὸ τῶν τοιούτων νόμων ἡμᾶς βάρος, ὡς χαλεπῶς ἔστιν ὅτε προστάττει τῷ τοῦ τελευτήσαντος κατὰ γένος οἰκείῳ γαμεῖν τὴν συγγενῆ, μὴ δοκεῖ δὲ σκοπεῖν ἃ μυρία ἐν ἀνθρώποις ἐμπόδια γίγνεται τοῖς τοιούτοις ἐπιτάγμασιν τοῦ μήτινα ἐθέλειν πείθεσθαι, πρότερον δὲ οὕστινας ὁτιοῦν ἂν βουληθῆναι παθεῖν, ὁπόταν ἢ σωμάτων νοσήματα καὶ πηρώσεις ἢ διανοίας ἔν τισιν τῶν ἐπιταττομένων γαμεῖν ἢ γαμεῖσθαι γίγνηται. τούτων δὴ μηδὲν φροντίζειν τάχʼ ἂν ὁ νομοθέτης δόξειέν τισιν, οὐκ ὀρθῶς δοκοῦν.