ΑΛ. ἔοικεν.

ΣΩ. ὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλʼ οὐχ αὑτὸν ἔγνωκεν.

ΑΛ. οὕτως.

ΣΩ. οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθʼ ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθʼ ὅσον παιδοτρίβης.

ΑΛ. οὐκ ἔοικεν.

ΣΩ. πολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς. οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτῶν κατά γε τὰς τέχνας ἃς ἔχουσιν· τὰ γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται.

ΑΛ. ἀληθῆ λέγεις.

ΣΩ. εἰ ἄρα σωφροσύνη ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν τέχνην.

ΑΛ. οὔ μοι δοκεῖ.

ΣΩ. διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι καὶ οὐκ ἀνδρὸς ἀγαθοῦ μαθήματα.

ΑΛ. πάνυ μὲν οὖν.

ΣΩ. οὐκοῦν πάλιν ὅστις αὖ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλʼ οὐχ αὑτὸν θεραπεύει;

ΑΛ. κινδυνεύει.

ΣΩ. ὅστις δέ γε τὰ χρήματα, οὔθʼ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτοῦ;

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. οὐ τὰ αὑτοῦ ἄρα ἔτι πράττει ὁ χρηματιστής.

ΑΛ. ὀρθῶς.

ΣΩ. εἰ ἄρα τις γέγονεν ἐραστὴς τοῦ Ἀλκιβιάδου σώματος, οὐκ Ἀλκιβιάδου ἄρα ἠράσθη ἀλλά τινος τῶν Ἀλκιβιάδου.

ΑΛ. ἀληθῆ λέγεις.

ΣΩ. ὅστις δέ σου τῆς ψυχῆς ἐρᾷ;

ΑΛ. ἀνάγκη φαίνεται ἐκ τοῦ λόγου.

ΣΩ. οὐκοῦν ὁ μὲν τοῦ σώματός σου ἐρῶν, ἐπειδὴ λήγει ἀνθοῦν, ἀπιὼν οἴχεται;

ΑΛ. φαίνεται.

ΣΩ. ὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ;

ΑΛ. εἰκός γε.

ΣΩ. οὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν ἄλλων ἀπεληλυθότων.

ΑΛ. εὖ γε ποιῶν, ὦ Σώκρατες· καὶ μηδὲ ἀπέλθοις.

ΣΩ. προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι.

ΑΛ. ἀλλὰ προθυμήσομαι.

ΣΩ. ὡς οὕτω γέ σοι ἔχει· οὔτʼ ἐγένεθʼ, ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου ἐραστὴς οὔτʼ ἔστιν ἀλλʼ ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ Σωφρονίσκου καὶ Φαιναρέτης.

ΑΛ. ἀληθῆ.

ΣΩ. οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι προσελθεῖν, βουλόμενος πυθέσθαι διʼ ὅτι μόνος οὐκ ἀπέρχομαι;

ΑΛ. ἦν γὰρ οὕτω.