ΣΩ. τοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δʼ ἄλλοι τῶν σῶν· τὰ δὲ σὰ λήγει ὥρας, σὺ δʼ ἄρχῃ ἀνθεῖν. καὶ νῦν γε ἂν μὴ διαφθαρῇς ὑπὸ τοῦ Ἀθηναίων δήμου καὶ αἰσχίων γένῃ, οὐ μή σε ἀπολίπω. τοῦτο γὰρ δὴ μάλιστα ἐγὼ φοβοῦμαι, μὴ δημεραστὴς ἡμῖν γενόμενος διαφθαρῇς· πολλοὶ γὰρ ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν Ἀθηναίων. εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος δῆμος Ἐρεχθέως·Hom. Il.. 2.547 ἀλλʼ ἀποδύντα χρὴ αὐτὸν θεάσασθαι. εὐλαβοῦ οὖν τὴν εὐλάβειαν ἣν ἐγὼ λέγω.

ΑΛ. τίνα;

ΣΩ. γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς πόλεως, πρότερον δὲ μή, ἵνʼ ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς δεινόν.

ΑΛ. εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες· ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντινʼ ἂν τρόπον ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν.

ΣΩ. οὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται —ὃ γὰρ ἐσμέν, ἐπιεικῶς ὡμολόγηται—ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλʼ οὐχ ἡμῶν.

ΑΛ. ἔστι ταῦτα.

ΣΩ. καὶ μετὰ τοῦτο δὴ ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον.

ΑΛ. δῆλον.

ΣΩ. σωμάτων δὲ καὶ χρημάτων τὴν ἐπιμέλειαν ἑτέροις παραδοτέον.

ΑΛ. τί μήν;

ΣΩ. τίνʼ οὖν ἂν τρόπον γνοῖμεν αὐτὸ ἐναργέστατα; ἐπειδὴ τοῦτο γνόντες, ὡς ἔοικεν, καὶ ἡμᾶς αὐτοὺς γνωσόμεθα. ἆρα πρὸς θεῶν εὖ λέγοντος οὗ νυνδὴ ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος οὐ συνίεμεν;

ΑΛ. τὸ ποῖόν τι διανοούμενος λέγεις, ὦ Σώκρατες;

ΣΩ. ἐγώ σοι φράσω, ὅ γε ὑποπτεύω λέγειν καὶ συμβουλεύειν ἡμῖν τοῦτο τὸ γράμμα. κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παράδειγμα αὐτοῦ, ἀλλὰ κατὰ τὴν ὄψιν μόνον.

ΑΛ. πῶς τοῦτο λέγεις;

ΣΩ. σκόπει καὶ σύ. εἰ ἡμῶν τῷ ὄμματι ὥσπερ ἀνθρώπῳ συμβουλεῦον εἶπεν ἰδὲ σαυτόν, πῶς ἂν ὑπελάβομεν τί παραινεῖν; ἆρα οὐχὶ εἰς τοῦτο βλέπειν, εἰς ὃ βλέπων ὁ ὀφθαλμὸς ἔμελλεν αὑτὸν ἰδεῖν;

ΑΛ. δῆλον.

ΣΩ. ἐννοῶμεν δὴ εἰς τί βλέποντες τῶν ὄντων ἐκεῖνό τε ὁρῷμεν ἅμα ἂν καὶ ἡμᾶς αὐτούς;

ΑΛ. δῆλον δή, ὦ Σώκρατες, ὅτι εἰς κάτοπτρά τε καὶ τὰ τοιαῦτα.

ΣΩ. ὀρθῶς λέγεις. οὐκοῦν καὶ τῷ ὀφθαλμῷ ᾧ ὁρῶμεν ἔνεστί τι τῶν τοιούτων;

ΑΛ. πάνυ γε.