Section 129
ΑΛ. ἀδύνατον.
ΣΩ. πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός;
ΑΛ. ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον.
ΣΩ. ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει· γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε.
ΑΛ. ἔστι ταῦτα.
ΣΩ. φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό; οὕτω μὲν γὰρ ἂν τάχʼ εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που.
ΑΛ. ὀρθῶς λέγεις.
ΣΩ. ἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί;
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν καὶ ἐγὼ σοί;
ΑΛ. ναί.
ΣΩ. Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος;
ΑΛ. πάνυ γε.
ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων;
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης;
ΑΛ. τί μήν;
ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.
ΑΛ. πάνυ γε.
ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο;
ΑΛ. πῶς λέγεις;
ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;
ΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη;
ΑΛ. ναί.
ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.
ΑΛ. δοκεῖ.
ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν;
ΑΛ. καὶ χερσίν.
ΣΩ. χρῆται ἄρα καὶ ταύταις;
ΑΛ. ναί.
ΣΩ. ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ;
ΑΛ. ναί.
ΣΩ. τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν;
ΑΛ. ναί.
ΣΩ. ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ ὀφθαλμῶν οἷς ἐργάζονται;
ΑΛ. φαίνεται.
ΣΩ. οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος;
ΑΛ. πάνυ γε.
ΣΩ. ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται;
ΑΛ. ναί.
ΣΩ. ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ;
ΑΛ. ἔοικεν.
ΣΩ. τί ποτʼ οὖν ὁ ἄνθρωπος;
ΑΛ. οὐκ ἔχω λέγειν.
ΣΩ. ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον.
ΑΛ. ναί.