Section 125
ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας;
ΑΛ. τοὺς φρονίμους.
ΣΩ. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;
ΑΛ. ναί.
ΣΩ. ὃ δὲ ἄφρων, πονηρός;
ΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν;
ΑΛ. πάνυ γε.
ΣΩ. ἀγαθὸς ἄρʼ εἰς αὐτά;
ΑΛ. ἀγαθός.
ΣΩ. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος;
ΑΛ. ναί.
ΣΩ. κακὸς ἄρα εἰς τοῦτο;
ΑΛ. ναί.
ΣΩ. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός.
ΑΛ. φαίνεται.
ΣΩ. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις;
ΑΛ. τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει.
ΣΩ. οὐ δήπου ἵππων γε;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ ἀνθρώπων;
ΑΛ. ναί.
ΣΩ. ἆρα καμνόντων;
ΑΛ. οὔ.
ΣΩ. ἀλλὰ πλεόντων;
ΑΛ. οὔ φημι.
ΣΩ. ἀλλὰ θεριζόντων;
ΑΛ. οὔ.
ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων;
ΑΛ. ποιούντων λέγω.
ΣΩ. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι.
ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν.
ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων;
ΑΛ. ναί.
ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις;
ΑΛ. οὐ δῆτα.
ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή;
ΑΛ. ναί.
ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;
ΑΛ. οὐ δῆτα.
ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ;
ΑΛ. πάνυ γε.
ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;
ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει.
ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;
ΑΛ. κυβερνητική.
ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν;
ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία.
ΣΩ. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην;
ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες.
ΣΩ. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ εὐβουλία;