ΑΛ. δέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά.

ΣΩ. οὐκοῦν ὅτι οἶσθα; τοῦτʼ αἴτιον;

ΑΛ. οἶμαι ἔγωγε.

ΣΩ. περὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι περὶ τούτων οὐκ οἶσθα.

ΑΛ. εἰκός γε.

ΣΩ. οὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φῂς πλανᾶσθαι; εἶτα οὐ δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλανᾷ;

ΑΛ. ἔμοιγε.

ΣΩ. ἆρʼ οὖν οὕτω καὶ ἔχει· ἐπειδάν τίς τι μὴ εἰδῇ, ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυχήν;

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. τί οὖν; οἶσθα ὅντινα τρόπον ἀναβήσῃ εἰς τὸν οὐρανόν;

ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.

ΣΩ. ἦ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα;

ΑΛ. οὐ δῆτα.

ΣΩ. τὸ δʼ αἴτιον οἶσθα ἢ ἐγὼ φράσω;

ΑΛ. φράσον.

ΣΩ. ὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστάμενος.

ΑΛ. πῶς αὖ τοῦτο λέγεις;

ΣΩ. ὅρα καὶ σὺ κοινῇ. ἃ μὴ ἐπίστασαι, γιγνώσκεις δὲ ὅτι οὐκ ἐπίστασαι, πλανᾷ περὶ τὰ τοιαῦτα; ὥσπερ περὶ ὄψου σκευασίας οἶσθα δήπου ὅτι οὐκ οἶσθα;

ΑΛ. πάνυ γε.

ΣΩ. πότερον οὖν αὐτὸς περὶ ταῦτα δοξάζεις ὅπως χρὴ σκευάζειν καὶ πλανᾷ, ἢ τῷ ἐπισταμένῳ ἐπιτρέπεις;

ΑΛ. οὕτως.

ΣΩ. τί δʼ εἰ ἐν νηῒ πλέοις, ἆρα δοξάζοις ἂν πότερον χρὴ τὸν οἴακα εἴσω ἄγειν ἢ ἔξω, καὶ ἅτε οὐκ εἰδὼς πλανῷο ἄν, ἢ τῷ κυβερνήτῃ ἐπιτρέψας ἂν ἡσυχίαν ἄγοις;

ΑΛ. τῷ κυβερνήτῃ.

ΣΩ. οὐκ ἄρα περὶ ἃ μὴ οἶσθα πλανᾷ, ἄνπερ εἰδῇς ὅτι οὐκ οἶσθα;

ΑΛ. οὐκ ἔοικα.

ΣΩ. ἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ πράξει διὰ ταύτην τὴν ἄγνοιάν ἐστι, τὴν τοῦ μὴ εἰδότα οἴεσθαι εἰδέναι;

ΑΛ. πῶς αὖ λέγεις τοῦτο;

ΣΩ. τότε που ἐπιχειροῦμεν πράττειν, ὅταν οἰώμεθα εἰδέναι ὅτι πράττομεν;

ΑΛ. ναί.

ΣΩ. ὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις παραδιδόασι;

ΑΛ. πῶς δʼ οὔ;

ΣΩ. οὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσι διὰ τὸ ἄλλοις περὶ αὐτῶν ἐπιτρέπειν;

ΑΛ. ναί.

ΣΩ. τίνες οὖν οἱ ἁμαρτάνοντες; οὐ γάρ που οἵ γε εἰδότες.

ΑΛ. οὐ δῆτα.