Section 116
ΣΩ. οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ ἀγαθὸν ἀγαθὴν κλητέον.
ΑΛ. ἔμοιγε δοκεῖ.
ΣΩ. ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν;
ΑΛ. ναί.
ΣΩ. τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ.
ΑΛ. ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες.
ΣΩ. οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν.
ΑΛ. οὐ φαίνεται.
ΣΩ. ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει;
ΑΛ. ναί.
ΣΩ. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες;
ΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν;
ΑΛ. μάλιστα.
ΣΩ. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν;
ΑΛ. ναί.
ΣΩ. τὸ εὖ ἄρα πράττειν ἀγαθόν;
ΑΛ. πῶς δʼ οὔ;
ΣΩ. οὐκοῦν καλὸν ἡ εὐπραγία;
ΑΛ. ναί.
ΣΩ. ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν.
ΑΛ. φαίνεται.
ΣΩ. ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου.
ΑΛ. ἀνάγκη.
ΣΩ. τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ;
ΑΛ. συμφέρει.
ΣΩ. μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν;
ΑΛ. οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν.
ΣΩ. οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;
ΑΛ. ναί.
ΣΩ. τὰ δὲ ἀγαθὰ συμφέρειν;
ΑΛ. ναί.
ΣΩ. τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν.
ΑΛ. ἔοικεν.
ΣΩ. τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν;
ΑΛ. φαίνομαι, ὡς ἔοικα.
ΣΩ. εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα;
ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα.
ΣΩ. εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν;
ΑΛ. πάνυ γε.
ΣΩ. οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;