ΣΩ. μαντικὸς γὰρ εἶ. καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δʼ οὔ;

ΑΛ. ναί.

ΣΩ. τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δʼ οὔ;

ΑΛ. πῶς τοῦτο ἐρωτᾷς;

ΣΩ. εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;

ΑΛ. οὐκ ἔμοιγε.

ΣΩ. ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά;

ΑΛ. ναί.

ΣΩ. τί δʼ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ;

ΑΛ. οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι.

ΣΩ. ἦ καὶ αἰσχρὰ ἀγαθά;

ΑΛ. ναί.

ΣΩ. ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον;

ΑΛ. πάνυ μὲν οὖν.

ΣΩ. οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ;

ΑΛ. ναί.

ΣΩ. κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ;

ΑΛ. ναί.

ΣΩ. ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος;

ΑΛ. πάνυ γε.

ΣΩ. οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν;

ΑΛ. οὐ φαίνεται.

ΣΩ. ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτʼ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά;

ΑΛ. ἀγαθά.

ΣΩ. οὐκοῦν τὰ μέγιστα μάλιστα.

ΑΛ.ναί.

ΣΩ. καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι;

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;

ΑΛ. οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν.

ΣΩ. ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία.

ΑΛ. ἔμοιγε.

ΣΩ. ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε.

ΑΛ. φημί.

ΣΩ. οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία;

ΑΛ. ναί.

ΣΩ. καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα;

ΑΛ. ναί.

ΣΩ. ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα;

ΑΛ. πάνυ γε.

ΣΩ. ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον.

ΑΛ. ἔγωγε.

ΣΩ. τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας;

ΑΛ. φαίνομαί γε.

ΣΩ. κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν;

ΑΛ. ναί.