ἔστι μὲν οὖν ἡ ἀνδρεία τοιοῦτόν τι, λέγονται δὲ καὶ ἕτεραι κατὰ πέντε τρόπους· πρῶτον μὲν ἡ πολιτική· μάλιστα γὰρ ἔοικεν. δοκοῦσι γὰρ ὑπομένειν τοὺς κινδύνους οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμάς· καὶ διὰ τοῦτο ἀνδρειότατοι δοκοῦσιν εἶναι παρʼ οἷς οἱ δειλοὶ ἄτιμοι καὶ οἱ ἀνδρεῖοι ἔντιμοι. τοιούτους δὲ καὶ Ὅμηρος ποιεῖ, οἷον τὸν Διομήδην καὶ τὸν Ἕκτορα·
Ὑποσημείωσις 1Hom. Il. 22.100 καὶΠουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει·
Ὑποσημείωσις 2Hom. Il. 8.148 ὡμοίωται δʼ αὕτη μάλιστα τῇ πρότερον εἰρημένῃ, ὅτι διʼ ἀρετὴν γίνεται· διʼ αἰδῶ γὰρ καὶ διὰ καλοῦ ὄρεξιν (τιμῆς γάρ) καὶ φυγὴν ὀνείδους, αἰσχροῦ ὄντος. τάξαι δʼ ἄν τις καὶ τοὺς ὑπὸ τῶν ἀρχόντων ἀναγκαζομένους εἰς ταὐτό· χείρους δʼ, ὅσῳ οὐ διʼ αἰδῶ ἀλλὰ διὰ φόβον αὐτὸ δρῶσι, καὶ φεύγοντες οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρόν· ἀναγκάζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ ἝκτωρἝκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων Τυδείδης ὑπʼ ἐμεῖο.
Ὑποσημείωσις 3Hom. Il. 2.391 καὶ οἱ προστάττοντες, κἂν ἀναχωρῶσι τύπτοντες, τὸ αὐτὸ δρῶσι, καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες· πάντες γὰρ ἀναγκάζουσιν. δεῖ δʼ οὐ διʼ ἀνάγκην ἀνδρεῖον εἶναι, ἀλλʼ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἡ ἐμπειρία ἡ περὶ ἕκαστα ἀνδρεία εἶναι· ὅθεν καὶ ὁ Σωκράτης ᾠήθη ἐπιστήμην εἶναι τὴν ἀνδρείαν. τοιοῦτοι δὲ ἄλλοι μὲν ἐν ἄλλοις, ἐν τοῖς πολεμικοῖς δʼ οἱ στρατιῶται· δοκεῖ γὰρ εἶναι πολλὰ κενὰ τοῦ πολέμου, ἃ μάλιστα συνεωράκασιν οὗτοι· φαίνονται δὴ ἀνδρεῖοι, ὅτι οὐκ ἴσασιν οἱ ἄλλοι οἷά ἐστιν. εἶτα ποιῆσαι καὶ μὴ παθεῖν μάλιστα δύνανται ἐκ τῆς ἐμπειρίας, δυνάμενοι χρῆσθαι τοῖς ὅπλοις καὶ τοιαῦτα ἔχοντες ὁποῖα ἂν εἴη καὶ πρὸς τὸ ποιῆσαι καὶ πρὸς τὸ μὴ παθεῖν κράτιστα· ὥσπερ οὖν ἀνόπλοις ὡπλισμένοι μάχονται καὶ ἀθληταὶ ἰδιώταις· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλʼ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες. οἱ στρατιῶται δὲ δειλοὶ γίνονται, ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ φεύγουσι, τὰ δὲ πολιτικὰ μένοντα ἀποθνήσκει, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. τοῖς μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν καὶ ὁ θάνατος τῆς τοιαύτης σωτηρίας αἱρετώτερος· οἳ δὲ καὶ ἐξ ἀρχῆς ἐκινδύνευον ὡς κρείττους ὄντες, γνόντες δὲ φεύγουσι, τὸν θάνατον μᾶλλον τοῦ αἰσχροῦ φοβούμενοι· ὁ δʼ ἀνδρεῖος οὐ τοιοῦτος. καὶ τὸν θυμὸν δʼ ἐπὶ τὴν ἀνδρείαν φέρουσιν· ἀνδρεῖοι γὰρ εἶναι δοκοῦσι καὶ οἱ διὰ θυμὸν ὥσπερ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς· ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηροςὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω, οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας.
σθένος ἔμβαλε θυμῷκαὶ
μένος καὶ θυμὸν ἔγειρεκαὶ
δριμὺ δʼ ἀνὰ ῥῖνας μένοςκαὶ
ἔζεσεν αἷμα·πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν, ὁ δὲ θυμὸς συνεργεῖ αὐτοῖς· τὰ θηρία δὲ διὰ λύπην· διὰ γὰρ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, ἐπεὶ ἐάν γε ἐν ὕλῃ