Section 125
THEAGES. My father could answer that perfectly well himself, Socrates, if he wanted to. For he associates with the very men who know these things, the politicians.
DEMODOCUS. He speaks truly, Socrates. And what he says is correct.
SOCRATES. Then why, Demodocus, do you hesitate? Why not send him to one of our statesmen, since they are the ones who possess the knowledge he seeks? They could teach him for free, and he would acquire the highest reputation in the city.
DEMODOCUS. Socrates, I have often considered doing just that. But I also observe that many sons of those great statesmen turn out to be no better than the sons of cobblers. The statesmen cannot even teach their own children their art. So how can I expect them to teach my son?
SOCRATES. That is a fair point, Demodocus. But then, to whom should we send him? Theages, what do you think? Who professes to teach this art?
THEAGES. You know very well, Socrates. I hear that there are men called sophists who profess to teach exactly this.
SOCRATES. You mean Prodicus, Gorgias, and Polus?
THEAGES. Yes, those are the ones.
SOCRATES. Do you know, my fine friend, what sort of men these sophists actually are?
THEAGES. I know that they claim to make men capable of speaking and acting in political affairs.
SOCRATES. You know, Demodocus, we should not laugh at his ambition. He desires something great. But tell me, Theages, do you really believe that if a man spends his money on these sophists, he will become wise in the art of the statesman?
THEAGES. Yes, Socrates, I do.
SOCRATES. If you truly believe that, why not beg your father to send you to them, instead of complaining to him?
THEAGES. I have begged him, Socrates. But he just laughs and tells me I should ask you.
Τμῆμα 125
ΣΩ. ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;
ΔΗ. ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.
ΣΩ. ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.
ΔΗ. πυνθάνου δή.
ΣΩ. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν—
Soph. Fr. 14.1εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· ὦ Εὐριπίδη, τῶν τί σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους;
ὥσπερ ἂν εἰ εἰπόντα—
ἠρόμεθα τῶν τί σοφῶν;
τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;
ΘΕ. οὔκ, ἀλλὰ τοῦτο.
ΣΩ. τί δὲ εἰ εἶπε—
εἰ ἠρόμεθα· τῶν τί σοφῶν;
τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;
ΘΕ. ναί.
ΣΩ. τί δʼ εἰ—
εἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν;
ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη;
ΘΕ. ναί.
ΣΩ. ἐπειδὴ δὲ εἶπε—
Soph. Frag. 14.1ἡμῶν ἐρωτώντων· τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;
τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;
ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.
ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω;
ΘΕ. εἰ σὺ βούλει.
ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;
ΘΕ. ἔγωγε.
ΣΩ. τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά,
ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;
ΘΕ. πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.
ΣΩ. τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;