Section 121
DEMODOCUS. Socrates, I have been wanting to speak with you privately about a certain matter, if you have the time; and even if you are somewhat busy, I beg you to make time for me, unless your business is of the utmost importance.
SOCRATES. I happen to be quite at leisure, and for your sake, Demodocus, I am especially available. You may say whatever you wish.
DEMODOCUS. Will you come aside with me then, out of the way, into the portico of Zeus the Liberator?
SOCRATES. As you please.
DEMODOCUS. Socrates, all things concerning plants, both in the earth and in the case of animals—and humans are animals too—seem to follow a similar pattern. For those of us who cultivate the earth, it is the easiest thing in the world to prepare the soil to receive the plant, and to do the planting itself. But once what is planted takes root and begins to grow, the care of it becomes very difficult and burdensome. The same seems to be true concerning human beings, and I infer this from my own experience with my son here. The begetting of him, whatever one ought to call it, was the easiest part; but his upbringing has been a difficult task, filled with constant fear and anxiety about him. There is much I could mention, but the desire that currently holds him is frightening me greatly. It is not exactly a bad desire, but a dangerous one, Socrates. For you see, this boy has conceived a sudden desire to become wise.
Τμῆμα 121
ΔΗ. ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.
ΣΩ. ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. ἀλλʼ εἴ τι βούλει λέγειν, ἔξεστιν.
ΔΗ. βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;
ΣΩ. εἰ σοὶ δοκεῖ.
ΔΗ. ἴωμεν δή. ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος γίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι. τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ—ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ—ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς φησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει.