Section 204
ΣΩ. ἐχέτω δὴ ὡς νῦν φαμεν, μία ἰδέα ἐξ ἑκάστων τῶν συναρμοττόντων στοιχείων γιγνομένη ἡ συλλαβή, ὁμοίως ἔν τε γράμμασι καὶ ἐν τοῖς ἄλλοις ἅπασι.
ΘΕΑΙ. πάνυ μὲν οὖν.
ΣΩ. οὐκοῦν μέρη αὐτῆς οὐ δεῖ εἶναι.
ΘΕΑΙ. τί δή;
ΣΩ. ὅτι οὗ ἂν ᾖ μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι. ἢ καὶ τὸ ὅλον ἐκ τῶν μερῶν λέγεις γεγονὸς ἕν τι εἶδος ἕτερον τῶν πάντων μερῶν;
ΘΕΑΙ. ἔγωγε.
ΣΩ. τὸ δὲ δὴ πᾶν καὶ τὸ ὅλον πότερον ταὐτὸν καλεῖς ἢ ἕτερον ἑκάτερον;
ΘΕΑΙ. ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον.
ΣΩ. ἡ μὲν προθυμία, ὦ Θεαίτητε, ὀρθή· εἰ δὲ καὶ ἡ ἀπόκρισις, σκεπτέον.
ΘΕΑΙ. δεῖ γε δή.
ΣΩ. οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς ὁ νῦν λόγος;
ΘΕΑΙ. ναί.
ΣΩ. τί δὲ δή; τὰ πάντα καὶ τὸ πᾶν ἔσθʼ ὅτι διαφέρει; οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ ἐὰν δὶς τρία ἢ τρὶς δύο ἢ τέτταρά τε καὶ δύο ἢ τρία καὶ δύο καὶ ἕν, πότερον ἐν πᾶσι τούτοις τὸ αὐτὸ ἢ ἕτερον λέγομεν;
ΘΕΑΙ. τὸ αὐτό.
ΣΩ. ἆρʼ ἄλλο τι ἢ ἕξ;
ΘΕΑΙ. οὐδέν.
ΣΩ. οὐκοῦν ἐφʼ ἑκάστης λέξεως πάντα ἓξ εἰρήκαμεν;
ΘΕΑΙ. ναί.
ΣΩ. πᾶν δʼ οὐδὲν λέγομεν τὰ πάντα λέγοντες;
ΘΕΑΙ. ἀνάγκη.
ΣΩ. ἦ ἄλλο τι ἢ τὰ ἕξ;
ΘΕΑΙ. οὐδέν.
ΣΩ. ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;
ΘΕΑΙ. φαίνεται.
ΣΩ. ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν· ἦ γάρ;
ΘΕΑΙ. ναί.
ΣΩ. καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως.
ΘΕΑΙ. ναί.
ΣΩ. καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.
ΘΕΑΙ. ναί.
ΣΩ. ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν;
ΘΕΑΙ. οὐδέν.
ΣΩ. ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;
ΘΕΑΙ. φαίνεται.
ΣΩ. τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται.
ΘΕΑΙ. οὕτως.
ΣΩ. τὸ ὅλον ἄρʼ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.
ΘΕΑΙ. οὐκ ἔοικεν.
ΣΩ. μέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;
ΘΕΑΙ. τοῦ παντός γε.