Section 203
ΣΩ. βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς, οὕτως ἢ οὐχ οὕτως γράμματα ἐμάθομεν. φέρε πρῶτον· ἆρʼ αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα;
ΘΕΑΙ. ἴσως.
ΣΩ. πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται. Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί· ὦ Θεαίτητε, λέγε τί ἐστι ΣΩ
; τί ἀποκρινῇ;
ΘΕΑΙ. ὅτι σῖγμα καὶ ὦ.
ΣΩ. οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς;
ΘΕΑΙ. ἔγωγε.
ΣΩ. ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον.
ΘΕΑΙ. καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα; καὶ γὰρ δή, ὦ Σώκρατες, τό τε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης· τοῦ δʼ αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐδὲ τῶν πλείστων στοιχείων. ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ φωνὴν μόνον ἔχει, λόγον δὲ οὐδʼ ὁντινοῦν.
ΣΩ. τουτὶ μὲν ἄρα, ὦ ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης.
ΘΕΑΙ. φαινόμεθα.
ΣΩ. τί δέ; τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρʼ ὀρθῶς ἀποδεδείγμεθα;
ΘΕΑΙ. εἰκός γε.
ΣΩ. φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω ᾖ ἢ δύο, τὰ πάντα, ἢ μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν;
ΘΕΑΙ. τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν.
ΣΩ. ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ ὦ. ἀμφότερά ἐστιν ἡ πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος. ἄλλο τι ὁ γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει;
ΘΕΑΙ. τί μήν;
ΣΩ. τὸ σῖγμα καὶ τὸ ὦ ἄρα γιγνώσκει.
ΘΕΑΙ. ναί.
ΣΩ. τί δʼ; ἑκάτερον ἄρʼ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;
ΘΕΑΙ. ἀλλὰ δεινὸν καὶ ἄλογον, ὦ Σώκρατες.
ΣΩ. ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν ὁ καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται.
ΘΕΑΙ. καὶ μάλα γε ἐξαίφνης.
ΣΩ. οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν. χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλʼ ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων.
ΘΕΑΙ. πάνυ μὲν οὖν· καὶ τάχα γʼ ἂν μᾶλλον οὕτως ἢ ʼκείνως ἔχοι.
ΣΩ. σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαν τε καὶ σεμνὸν λόγον.
ΘΕΑΙ. οὐ γὰρ οὖν.