Section 265
ΞΕ. καὶ μὴν ἐφʼ ὅ γε μέρος ὥρμηκεν ἡμῖν ὁ λόγος, ἐπʼ ἐκεῖνο δύο τινὲ καθορᾶν ὁδὼ τεταμένα φαίνεται, τὴν μὲν θάττω, πρὸς μέγα μέρος σμικρὸν διαιρουμένην, τὴν δέ, ὅπερ ἐν τῷ πρόσθεν ἐλέγομεν ὅτι δεῖ μεσοτομεῖν ὡς μάλιστα, τοῦτʼ ἔχουσαν μᾶλλον, μακροτέραν γε μήν. ἔξεστιν οὖν ὁποτέραν ἂν βουληθῶμεν, ταύτην πορευθῆναι.
ΝΕ. ΣΩ. τί δέ; ἀμφοτέρας ἀδύνατον;
ΞΕ. ἅμα γʼ, ὦ θαυμαστέ· ἐν μέρει γε μὴν δῆλον ὅτι δυνατόν.
ΝΕ. ΣΩ. ἐν μέρει τοίνυν ἔγωγε ἀμφοτέρας αἱροῦμαι.
ΞΕ. ῥᾴδιον, ἐπειδὴ τὸ λοιπὸν βραχύ· κατʼ ἀρχὰς μὴν καὶ μεσοῦσιν ἅμα τῆς πορείας χαλεπὸν ἂν ἦν ἡμῖν τὸ πρόσταγμα. νῦν δʼ, ἐπειδὴ δοκεῖ ταύτῃ, τὴν μακροτέραν πρότερον ἴωμεν· νεαλέστεροι γὰρ ὄντες ῥᾷον αὐτὴν πορευσόμεθα. τὴν δὲ δὴ διαίρεσιν ὅρα.
ΝΕ. ΣΩ. λέγε.
ΞΕ. τὰ πεζὰ ἡμῖν τῶν ἡμέρων, ὅσαπερ ἀγελαῖα, διῃρημένα ἐστὶ φύσει δίχα.
ΝΕ. ΣΩ. τίνι;
ΞΕ. τῷ τῶν μὲν τὴν γένεσιν ἄκερων εἶναι, τῶν δὲ κερασφόρον.
ΝΕ. ΣΩ. φαίνεται.
ΞΕ. τὴν δὴ πεζονομικὴν διελὼν ἀπόδος ἑκατέρῳ τῷ μέρει λόγῳ χρώμενος. ἂν γὰρ ὀνομάζειν αὐτὰ βουληθῇς, ἔσται σοι περιπεπλεγμένον μᾶλλον τοῦ δέοντος.
ΝΕ. ΣΩ. πῶς οὖν χρὴ λέγειν;
ΞΕ. ὧδε· τῆς πεζονομικῆς ἐπιστήμης δίχα διαιρεθείσης τὸ μόριον θάτερον ἐπὶ τῷ κερασφόρῳ μέρει τῷ τῆς ἀγέλης ἐπιτετάχθαι, τὸ δὲ ἕτερον ἐπὶ τῷ τῆς ἀκεράτου.
ΝΕ. ΣΩ. ταῦτʼ ἔστω ταύτῃ λεχθέντα· πάντως γὰρ ἱκανῶς δεδήλωται.
ΞΕ. καὶ μὴν ὅ γε βασιλεὺς ἡμῖν αὖ καταφανὴς ὅτι κολοβὸν ἀγέλην τινὰ κεράτων νομεύει.
ΝΕ. ΣΩ. πῶς γὰρ οὐ δῆλος;
ΞΕ. ταύτην τοίνυν καταθραύσαντες τὸ γιγνόμενον αὐτῷ πειρώμεθα ἀποδοῦναι.
ΝΕ. ΣΩ. πάνυ γε.
ΞΕ. πότερον οὖν βούλει τῷ σχιστῷ τε καὶ τῷ καλουμένῳ μώνυχι διαιρεῖν αὐτὴν ἢ τῇ κοινογονίᾳ τε καὶ ἰδιογονίᾳ; μανθάνεις γάρ που.
ΝΕ. ΣΩ. τὸ ποῖον;
ΞΕ. ὅτι τὸ μὲν τῶν ἵππων καὶ ὄνων πέφυκεν ἐξ ἀλλήλων γεννᾶν.
ΝΕ. ΣΩ. ναί.
ΞΕ. τὸ δέ γε λοιπὸν ἔτι τῆς λείας ἀγέλης τῶν ἡμέρων ἀμιγὲς γένει πρὸς ἄλληλα.
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
ΞΕ. τί δʼ; ὁ πολιτικὸς ἄρʼ ἐπιμέλειαν ἔχειν φαίνεται πότερα κοινογενοῦς φύσεως ἤ τινος ἰδιογενοῦς;
ΝΕ. ΣΩ. δῆλον ὅτι τῆς ἀμείκτου.
ΞΕ. ταύτην δὴ δεῖ καθάπερ τὰ ἔμπροσθεν, ὡς ἔοικεν, ἡμᾶς δίχα διαστέλλειν.
ΝΕ. ΣΩ. δεῖ γὰρ οὖν.