Section 264
ΞΕ. διῄρητο τοίνυν ἤδη καὶ τότε σύμπαν τὸ ζῷον τῷ τιθασῷ καὶ ἀγρίῳ. τὰ μὲν γὰρ ἔχοντα τιθασεύεσθαι φύσιν ἥμερα προσείρηται, τὰ δὲ μὴ ʼθέλοντα ἄγρια.
ΝΕ. ΣΩ. καλῶς.
ΞΕ. ἣν δέ γε θηρεύομεν ἐπιστήμην, ἐν τοῖς ἡμέροις ἦν τε καὶ ἔστιν, ἐπὶ τοῖς ἀγελαίοις μὴν ζητητέα θρέμμασιν.
ΝΕ. ΣΩ. ναί.
ΞΕ. μὴ τοίνυν διαιρώμεθα ὥσπερ τότε πρὸς ἅπαντα ἀποβλέψαντες, μηδὲ σπεύσαντες, ἵνα δὴ ταχὺ γενώμεθα πρὸς τῇ πολιτικῇ. πεποίηκε γὰρ ἡμᾶς καὶ νῦν παθεῖν τὸ κατὰ τὴν παροιμίαν πάθος.
ΝΕ. ΣΩ. ποῖον;
ΞΕ. οὐχ ἡσύχους εὖ διαιροῦντας ἠνυκέναι βραδύτερον.
ΝΕ. ΣΩ. καὶ καλῶς γε, ὦ ξένε, πεποίηκε.
ΞΕ. ταῦτʼ ἔστω. πάλιν δʼ οὖν ἐξ ἀρχῆς τὴν κοινοτροφικὴν πειρώμεθα διαιρεῖν· ἴσως γὰρ καὶ τοῦτο ὃ σὺ προθυμῇ διαπεραινόμενος ὁ λόγος αὐτός σοι κάλλιον μηνύσει. καί μοι φράζε.
ΝΕ. ΣΩ. ποῖον δή;
ΞΕ. τόδε, εἴ τινων πολλάκις ἄρα διακήκοας· οὐ γὰρ δὴ προστυχής γε αὐτὸς οἶδʼ ὅτι γέγονας ταῖς ἐν τῷ Νείλῳ τιθασείαις τῶν ἰχθύων καὶ τῶν ἐν ταῖς βασιλικαῖς λίμναις. ἐν μὲν γὰρ κρήναις τάχʼ ἂν ἴσως εἴης ᾐσθημένος.
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν καὶ ταῦτα τεθέαμαι κἀκεῖνα πολλῶν ἀκήκοα.
ΞΕ. καὶ μὴν χηνοβωτίας γε καὶ γερανοβωτίας, εἰ καὶ μὴ πεπλάνησαι περὶ τὰ Θετταλικὰ πεδία, πέπυσαι γοῦν καὶ πιστεύεις εἶναι.
ΝΕ. ΣΩ. τί μήν;
ΞΕ. τοῦδʼ ἕνεκά τοι πάντα ἠρώτησα ταῦτα, διότι τῆς τῶν ἀγελαίων τροφῆς ἔστι μὲν ἔνυδρον, ἔστι δὲ καὶ ξηροβατικόν.
ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν.
ΞΕ. ἆρʼ οὖν καὶ σοὶ συνδοκεῖ ταύτῃ δεῖν διχάζειν τὴν κοινοτροφικὴν ἐπιστήμην, ἐφʼ ἑκατέρῳ τούτων τὸ μέρος αὐτῆς ἐπινέμοντας ἑκάτερον, τὸ μὲν ἕτερον ὑγροτροφικὸν ὀνομάζοντας, τὸ δʼ ἕτερον ξηροτροφικόν;
ΝΕ. ΣΩ. ἔμοιγε.
ΞΕ. καὶ μὴν καὶ τὸ βασιλικὸν οὕτως οὐ ζητήσομεν ὁποτέρας ἐστὶ τῆς τέχνης· δῆλον δὴ γὰρ παντί.
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;
ΞΕ. πᾶς μὲν δὴ τό γε ξηροτροφικὸν τῆς ἀγελαιοτροφίας διέλοιτʼ ἂν φῦλον.
ΝΕ. ΣΩ. πῶς;
ΞΕ. τῷ πτηνῷ τε καὶ πεζῷ διορισάμενος.
ΝΕ. ΣΩ. ἀληθέστατα.
ΞΕ. τί δέ; τὸ πολιτικὸν ἦ περὶ τὸ πεζὸν ζητητέον; ἢ οὐκ οἴει καὶ τὸν ἀφρονέστατον ὡς ἔπος εἰπεῖν δοξάζειν οὕτως;
ΝΕ. ΣΩ. ἔγωγε.
ΞΕ. τὴν δὲ πεζονομικήν, καθάπερ ἄρτι τὸν ἀριθμόν, δεῖ τεμνομένην δίχα ἀποφαίνειν.
ΝΕ. ΣΩ. δῆλον.