Book XII
Section 957
ΑΘ. πάντα δʼ οὖν ὁπόσα σμικρὰ καὶ ῥᾴδια νόμιμα εὑρίσκειν, πρεσβύτου νομοθέτου παραλιπόντος, τὸν νέον ἀναπληροῦν χρὴ νομοθέτην. τὰ μὲν ἴδια δικαστήρια ταύτῃ πῃ γιγνόμενα μέτρον ἂν ἔχοι· τὰ δὲ δημόσια καὶ κοινὰ καὶ ὅσοις ἀρχὰς δεῖ χρωμένας τὰ προσήκοντα ἑκάστῃ τῶν ἀρχῶν διοικεῖν, ἔστʼ ἐν πολλαῖς πόλεσιν οὐκ ἀσχήμονα ἐπιεικῶν ἀνδρῶν οὐκ ὀλίγα νομοθετήματα, ὅθεν νομοφύλακας χρὴ τὰ πρέποντα τῇ νῦν γεννωμένῃ πολιτείᾳ κατασκευάζειν συλλογισαμένους καὶ ἐπανορθουμένους, ταῖς ἐμπειρίαις διαβασανίζοντας, ἕως ἂν ἱκανῶς αὐτῶν ἕκαστα δόξῃ κεῖσθαι, τότε δὲ τέλος ἐπιθέντας, ἀκίνητα οὕτως ἐπισφραγισαμένους, χρῆσθαι τὸν ἅπαντα βίον. ὅσα δὲ περί τε σιγὴν δικαστῶν καὶ εὐφημίας καὶ τοὐναντίον, καὶ ὅσα παραλλάττει τῶν πολλῶν ἐν ταῖς ἄλλαις πόλεσιν δικαίων καὶ ἀγαθῶν καὶ καλῶν, τὰ μὲν εἴρηται, τὰ δʼ ἔτι πρὸς τῷ τέλει ῥηθήσεται. πρὸς ἃ πάντα χρὴ τὸν μέλλοντα δικαστὴν ἴσον ἔσεσθαι κατὰ δίκην βλέπειν τε καὶ κεκτημένον γράμματα αὐτῶν πέρι μανθάνειν· πάντων γὰρ μαθημάτων κυριώτατα τοῦ τὸν μανθάνοντα βελτίω γίγνεσθαι τὰ περὶ τοὺς νόμους κείμενα, εἴπερ ὀρθῶς εἴη τεθέντα, γίγνοιτʼ ἄν, ἢ μάτην τοὔνομα νῷ προσῆκον κεκτῇτʼ ἂν ὁ θεῖος ἡμῖν καὶ θαυμαστὸς νόμος. καὶ δὴ καὶ τῶν ἄλλων λόγων ὅσοι τε ἐν ποιήμασιν ἔπαινοι καὶ ψόγοι περί τινων λέγονται καὶ ὅσοι καταλογάδην, εἴτʼ ἐν γράμμασιν εἴτε καθʼ ἡμέραν ἐν ταῖς ἄλλαις πάσαις συνουσίαις διὰ φιλονικίας τε ἀμφισβητοῦνται καὶ διὰ συγχωρήσεων ἔστιν ὅτε καὶ μάλα ματαίων, τούτων πάντων ἂν βάσανος εἴη σαφὴς τὰ τοῦ νομοθέτου γράμματα, ἃ δεῖ κεκτημένον ἐν αὑτῷ, καθάπερ ἀλεξιφάρμακα τῶν ἄλλων λόγων, τὸν ἀγαθὸν δικαστὴν αὑτόν τε ὀρθοῦν καὶ τὴν πόλιν, τοῖς μὲν ἀγαθοῖς μονὰς τῶν δικαίων καὶ ἐπαύξησιν παρασκευάζοντα, τοῖς δὲ κακοῖς ἐξ ἀμαθίας καὶ ἀκολασίας καὶ δειλίας καὶ συλλήβδην πάσης ἀδικίας εἰς τὸ δυνατὸν μεταβολήν, ὅσοις ἰάσιμοι δόξαι τῶν κακῶν·