Book XII
Section 956
ΑΘ.θεοῖσι δὲ ἀναθήματα χρεὼν ἔμμετρα τὸν μέτριον ἄνδρα ἀνατιθέντα δωρεῖσθαι. γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα, ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα, σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα· ξύλου δὲ μονόξυλον ὅτι ἂν ἐθέλῃ τις ἀνατιθέτω, καὶ λίθου ὡσαύτως πρὸς τὰ κοινὰ ἱερά, ὑφὴν δὲ μὴ πλέον ἔργον γυναικὸς μιᾶς ἔμμηνον. χρώματα δὲ λευκὰ πρέποντʼ ἂν θεοῖς εἴη καὶ ἄλλοθι καὶ ἐν ὑφῇ, βάμματα δὲ μὴ προσφέρειν ἀλλʼ ἢ πρὸς τὰ πολέμου κοσμήματα. θειότατα δὲ δῶρα ὄρνιθές τε καὶ ἀγάλματα ὅσαπερ ἂν ἐν μιᾷ ζωγράφος ἡμέρᾳ εἷς ἀποτελῇ· καὶ τἆλλα ἔστω κατὰ τὰ τοιαῦτα ἀναθήματα μεμιμημένα.ὅτε δὲ μέρη διείρηται τῆς πόλεως συμπάσης, ὅσα τε καὶ ἃ δεῖ γίγνεσθαι, καὶ νόμοι περὶ τῶν συμβολαίων εἰς δύναμιν τῶν μεγίστων πέρι πάντων εἴρηνται, τὸ λοιπὸν δὴ δίκας ἂν εἴη χρεὼν γίγνεσθαι. δικαστηρίων δὲ τὸ μὲν πρῶτον αἱρετοὶ δικασταὶ γίγνοιντʼ ἄν, οὓς ἂν ὁ φεύγων τε καὶ ὁ διώκων ἕλωνται κοινῇ, διαιτηταὶ δικαστῶν τοὔνομα μᾶλλον πρέπον ἔχοντες· δεύτεροι δὲ κωμῆταί τε καὶ φυλέται, κατὰ τὸ δωδέκατον μέρος διῃρημένοι, ἐν οἷς, ἂν μὴ διακριθῶσιν ἐν τοῖς πρώτοις, περὶ ζημίας μείζονος ἰόντων ἀγωνιούμενοι, ὁ δὲ φεύγων, ἂν ἡττηθῇ τὸ δεύτερον, τὸ πεμπτημόριον ἀποτινέτω τοῦ τιμήματος τῆς γραφείσης δίκης. ἐὰν δʼ ἐγκαλῶν τις τοῖς δικασταῖς τὸ τρίτον ἀγωνίζεσθαι βούληται, ἀγέτω μὲν ἐπὶ τοὺς δικαστὰς τοὺς ἐκλεκτοὺς τὴν δίκην, ἐὰν δὲ πάλιν ἡττηθῇ, τὴν ἡμιολίαν τοῦ τιμήματος ἀποτινέτω. ἐὰν δὲ ὁ διώκων ἡττηθεὶς ἐν τοῖς πρώτοις μὴ ἠρεμῇ, εἰς δὲ τοὺς δευτέρους ἴῃ, νικήσας μὲν δὴ τὸ πέμπτον μέρος ἀπολαμβανέτω, νικηθεὶς δὲ ἀποτινέτω ταὐτὸν μέρος τῆς δίκης. ἐὰν δʼ εἰς τὸ τρίτον ἔλθωσιν δικαστήριον ἀπειθήσαντες ταῖς ἔμπροσθεν δίκαις, ὁ μὲν φεύγων ἡττηθείς, ὥσπερ εἴρηται, τὴν ἡμιολίαν, ὁ δὲ διώκων τὴν ἡμίσειαν τοῦ τιμήματος ἀποτινέτω. κληρώσεις δὲ δικαστηρίων καὶ πληρώσεις, καὶ ὑπηρεσιῶν ἑκάσταις τῶν ἀρχῶν καταστάσεις, καὶ χρόνους ἐν οἷς ἕκαστα γίγνεσθαι χρεών, καὶ διαψηφίσεων πέρι καὶ ἀναβολῶν, καὶ πάνθʼ ὁπόσα τοιαῦτα ἀναγκαῖα περὶ δίκας γίγνεσθαι, προτέρων τε καὶ ὑστέρων λήξεις, ἀποκρίσεών τε ἀνάγκας καὶ παρακαταβάσεων, καὶ ὅσα τούτων ἀδελφὰ σύμπαντα, εἴπομεν μὲν καὶ πρόσθεν, καλὸν δὲ τό γε ὀρθὸν καὶ δὶς καὶ τρίς.