Book XII

ΑΘ. ῥᾴδιον μὲν οὖν οὐδαμῶς διορίσαι τούτων θάτερον, ὅμως δὲ χρὴ τὸν νόμον ἁμῶς γέ πως ὁρίζειν πειρᾶσθαι κατὰ μέρη. μύθῳ δὴ προσχρώμενοι ἅμʼ εἴπωμεν, εἰ κομισθεὶς ἐπὶ σκηνὴν ἄνευ τῶν ὅπλων Πάτροκλος ἔμπνους ἐγένεθʼ, οἷον δὴ μυρίοις συνέπεσεν, τὰ δὲ πρότερα ἐκεῖνα ὅπλα, ἃ Πηλεῖ φησιν ὁ ποιητὴς παρὰ θεῶν προῖκα ἐν τοῖς γάμοις ἐπιδοθῆναι Θέτιδι, ταῦτα δὲ Ἕκτωρ εἶχεν, ἐξῆν ἂν τῶν τότε ὅσοι κακοὶ ὀνειδίζειν ὅπλων ἀποβολὴν τῷ τοῦ Μενοιτίου. ἔτι δὲ ὁπόσοι κατὰ κρημνῶν ῥιφέντες ἀπώλεσαν ὅπλα, ἢ κατὰ θάλατταν, ἢ χειμώνων ἐν κόποις ὑποδεξαμένης αὐτοὺς ἐξαίφνης πολλῆς ῥύσεως ὕδατος, ἢ μυρίʼ ἂν ἔχοι τις τοιαῦτα παραμυθούμενος ἐπᾴδειν, εὐδιάβολον κακὸν καλλύνων· τεμεῖν δὴ χρεὼν κατὰ δύναμιν τὸ μεῖζον καὶ τὸ δυσχερέστερον κακὸν ἀπὸ τοῦ ἐναντίου. σχεδὸν οὖν ἐν τοῖς ὀνείδεσιν ἔχει τινὰ τομὴν ἡ τούτων τῶν ὀνομάτων ἐπιφορά· ῥίψασπις μὲν γὰρ οὐκ ἐν πᾶσιν ὀνομάζοιτʼ ἂν δικαίως, ἀποβολεὺς δὲ ὅπλων. οὐχ ὁμοίως γὰρ ὅ τε ἀφαιρεθεὶς μετʼ εἰκυίας βίας γίγνοιτʼ ἂν ῥίψασπις ὅ τε ἀφεὶς ἑκών, διαφέρει δὲ ὅλον που καὶ τὸ πᾶν. ὧδʼ οὖν δὴ λεγέσθω νόμῳ· ἐὰν καταλαμβανόμενός τις ὑπὸ πολεμίων καὶ ἔχων ὅπλα μὴ ἀναστρέφῃ καὶ ἀμύνηται, ἀφῇ δὲ ἑκὼν ἢ ῥίψῃ, ζωὴν αἰσχρὰν ἀρνύμενος μετὰ κάκης μᾶλλον ἢ μετʼ ἀνδρείας καλὸν καὶ εὐδαίμονα θάνατον, τοιαύτης μὲν ὅπλων ἀποβολῆς ἔστω δίκη ῥιφθέντων, τῆς δὲ εἰρημένης ἔμπροσθεν ὁ δικάζων μὴ ἀμελείτω σκοπεῖν. τὸν γὰρ κακὸν ἀεὶ δεῖ κολάζειν, ἵνʼ ἀμείνων ᾖ, οὐ τὸν δυστυχῆ· οὐδὲν γὰρ πλέον. ζημία δὴ τῷ τὴν τοιαύτην ἀμυντηρίων ὅπλων εἰς τοὐναντίον ἀφέντι δύναμιν τίς ἄρα γίγνοιτʼ ἂν πρόσφορος; οὐ γὰρ δυνατὸν ἀνθρώπῳ δρᾶν τοὐναντίον ὥς ποτε θεόν φασι δρᾶσαι, Καινέα τὸν Θετταλὸν ἐκ γυναικὸς μεταβαλόντα εἰς ἀνδρὸς φύσιν· ἦν γὰρ ἀνδρὶ ῥιψάσπιδι τρόπον τινὰ πρέπουσα πασῶν μάλιστα ἡ ʼκείνῃ τῇ γενέσει ἐναντία γένεσις, εἰς γυναῖκα ἐξ ἀνδρὸς μεταβαλοῦσα, τιμωρία τούτῳ γενομένη.