Book XII
Section 943
ΑΘ. ταῦτα γὰρ ἀκρωτήρια ὄντα σῳζόμενά τε ἔχει μεγίστην δύναμιν παντὸς τοῦ σώματος καὶ τοὐναντίον ἐναντίως, καὶ τὸ μὲν ὑπηρετικώτατον ἅπαντι τῷ σώματι, τὸ δὲ ἀρχικώτατον, ἔχον τὰς κυρίας ἁπάσας αἰσθήσεις αὐτοῦ φύσει. ἔπαινον μὲν δὴ τοῦτον ἀκούειν τὸν νέον χρῆν δοκεῖν πολεμικοῦ περὶ βίου, νόμους δʼ αὖ τούσδε· Στρατεύεσθαι τὸν καταλεγέντα ἢ τὸν ἐν μέρει τινὶ τεταγμένον. ἐὰν δέ τις ἐκλείπῃ τινὶ κάκῃ μὴ στρατηγῶν ἀφέντων, γραφὰς ἀστρατείας εἶναι πρὸς τοὺς πολεμικοὺς ἄρχοντας, ὅταν ἔλθωσιν ἀπὸ στρατοπέδου, δικάζειν δὲ τοὺς στρατεύσαντας ἑκάστους χωρίς, ὁπλίτας τε καὶ ἱππέας καὶ τἆλλα ἐμπολέμια ἕκαστα ὡσαύτως, καὶ εἰσάγειν ὁπλίτας μὲν εἰς τοὺς ὁπλίτας, ἱππέας δὲ εἰς τοὺς ἱππέας καὶ τοὺς ἄλλους δὲ κατὰ ταὐτὰ εἰς τοὺς αὑτῶν συννόμους· ἐὰν δέ τις ὄφλῃ, ὑπάρχειν μὲν αὐτῷ μήποτε τῆς ὅλης ἀριστείας ἀγωνιστῇ γενέσθαι μηδὲ ἀστρατείας ἄλλον γράψασθαί ποτε μηδὲ κατηγόρῳ τούτων πέρι γενέσθαι, πρὸς τούτοις δʼ ἔτι προστιμᾶν αὐτῷ τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν. μετὰ δὲ ταῦτα, ἐκδικασθεισῶν τῶν τῆς ἀστρατείας δικῶν, πάλιν ἑκάστων ἄρχοντας ποιῆσαι σύλλογον, ἀριστείων δὲ πέρι κρίνεσθαι τὸν βουλόμενον ἐν τοῖς αὑτῶν ἔθνεσιν, μὴ περὶ προτέρου πολέμου μηδὲν παρεχόμενον μήτε τεκμήριον μήτε μαρτύρων πιστώσεις λόγων, αὐτῆς δὲ περὶ τῆς στρατείας τῆς τότε γενομένης αὐτοῖς. στέφανον δὲ τὸ νικητήριον ἑκάστοις εἶναι θαλλοῦ· τοῦτον δὲ εἰς τὰ τῶν πολεμικῶν θεῶν ἱερά, ὧν ἄν τις βούληται, γράψαντα ἀναθεῖναι μαρτύριον εἰς τὴν τῶν ἀριστείων κρίσιν παντὸς τοῦ βίου καὶ τὴν τῶν δευτέρων καὶ τρίτων. ἐὰν δὲ στρατεύσηται μέν τις, μὴ ἀπαγαγόντων δὲ τῶν ἀρχόντων οἴκαδε προαπέλθῃ τοῦ χρόνου, λιποταξίου τούτων εἶναι γραφὰς ἐν τοῖς αὐτοῖς οἷς περὶ τῆς ἀστρατείας, ὀφλοῦσίν τε τιμωρίαι ἐπέστωσαν αἵπερ καὶ πρόσθεν ἐτέθησαν. χρὴ μὲν δὴ πᾶσαν ἐπιφέροντα δίκην ἀνδρὶ πάντʼ ἄνδρα φοβεῖσθαι τὸ μήτε ἐπενεγκεῖν ψευδῆ τιμωρίαν, μήτʼ οὖν ἑκόντα μήτʼ ἄκοντα κατὰ δύναμιν—παρθένος γὰρ Αἰδοῦς Δίκη λέγεταί τε καὶ ὄντως εἴρηται, ψεῦδος δὲ αἰδοῖ καὶ δίκῃ νεμεσητὸν κατὰ φύσιν—τῶν τε οὖν ἄλλων εὐλαβεῖσθαι πέρι πλημμελεῖν εἰς δίκην, διαφερόντως δὲ καὶ τῆς τῶν κατὰ πόλεμον ὅπλων ἀποβολῆς, μὴ διαμαρτών τις ἄρα τῶν ἀναγκαίων ἀποβολῶν, ὡς αἰσχρὰς αὐτὰς εἰς ὄνειδος τιθείς, ἀναξίῳ ἀναξίας ἐπάγῃ δίκας.