Book XI
Section 935
ΑΘ. ἐκ γὰρ τοῦ κατεύχεσθαί τε ἀλλήλοις ἐπαρωμένους καὶ διʼ αἰσχρῶν ὀνομάτων ἐπιφέρειν γυναικείους ἑαυτοῖς φήμας, πρῶτον μὲν ἐκ λόγων, κούφου πράγματος, ἔργῳ μίση τε καὶ ἔχθραι βαρύταται γίγνονται· πράγματι γὰρ ἀχαρίστῳ, θυμῷ, χαριζόμενος ὁ λέγων, ἐμπιμπλὰς ὀργὴν κακῶν ἑστιαμάτων, ὅσον ὑπὸ παιδείας ἡμερώθη ποτέ, πάλιν ἐξαγριῶν τῆς ψυχῆς τὸ τοιοῦτον, θηριούμενος ἐν δυσκολίᾳ ζῶν γίγνεται, πικρὰν τοῦ θυμοῦ χάριν ἀποδεχόμενος. μετεκβαίνειν δὲ αὖ πως εἰώθασιν πάντες θαμὰ ἐν τοῖς τοιούτοις εἰς τό τι γελοῖον περὶ τοῦ ἐναντίου φθέγγεσθαι· ὅ τις ἐθιζόμενος οὐδεὶς πώποτε ὃς οὐ τοῦ σπουδαίου τρόπου ἤτοι τὸ παράπαν διήμαρτεν ἢ μεγαλονοίας ἀπώλεσεν μέρη πολλά. ὧν δὴ χάριν ἐν μὲν ἱερῷ τὸ παράπαν μηδεὶς τοιοῦτον φθέγξηται μηδέποτε μηδὲν μηδʼ ἔν τισι δημοτελέσι θυσίαις, μηδʼ αὖ ἐν ἄθλοις μηδʼ ἐν ἀγορᾷ μηδʼ ἐν δικαστηρίῳ μηδʼ ἐν συλλόγῳ κοινῷ μηδενί· κολαζέτω δὲ ὁ τούτων ἄρχων ἕκαστος ἀνατί, ἢ μηδέποτʼ ἀριστείων πέρι φιλονικήσῃ, νόμων ὡς οὐ κηδόμενος οὐδὲ ποιῶν τὰ προσταχθέντα ὑπὸ τοῦ νομοθέτου. ἐὰν δέ τις ἐν ἄλλοις τόποις λοιδορίας ἄρχων ἢ ἀμυνόμενος ὁστισοῦν μὴ ἀπέχηται τῶν τοιούτων λόγων, ὁ προστυγχάνων πρεσβύτερος ὢν τῷ νόμῳ ἀμυνέτω, πληγαῖς ἐξείργων τοὺς θυμῷ, ἑτέρῳ κακῷ, φιλοφρονουμένους, ἢ ἐνεχέσθω τῇ τεταγμένῃ ζημίᾳ. λέγομεν δὴ τὰ νῦν ὡς λοιδορίαις συμπλεκόμενος ἄνευ τοῦ γελοῖα ζητεῖν λέγειν οὐ δυνατός ἐστιν χρῆσθαι, καὶ τοῦτο λοιδοροῦμεν, ὁπόταν θυμῷ γιγνόμενον ᾖ· τί δὲ δή; τὴν τῶν κωμῳδῶν προθυμίαν τοῦ γελοῖα εἰς τοὺς ἀνθρώπους λέγειν ἦ παραδεχόμεθα, ἐὰν ἄνευ θυμοῦ τὸ τοιοῦτον ἡμῖν τοὺς πολίτας ἐπιχειρῶσιν κωμῳδοῦντες λέγειν; ἢ διαλάβωμεν δίχα τῷ παίζειν καὶ μή, καὶ παίζοντι μὲν ἐξέστω τινὶ περί του λέγειν γελοῖον ἄνευ θυμοῦ, συντεταμένῳ δὲ καὶ μετὰ θυμοῦ, καθάπερ εἴπομεν, μὴ ἐξέστω μηδενί; τοῦτο μὲν οὖν οὐδαμῶς ἀναθετέον, ᾧ δʼ ἐξέστω καὶ μὴ δέ, τοῦτο νομοθετησώμεθα.