Book XI
Section 934
ΑΘ.ὅσα τις ἂν ἕτερος ἄλλον πημήνῃ κλέπτων ἢ βιαζόμενος, ἂν μὲν μείζω, μείζονα τὴν ἔκτισιν τῷ πημανθέντι τινέτω, ἐλάττω δὲ ζημιώσας σμικροτέραν, παρὰ πάντα δὲ τοσαύτην ἡλίκα ἂν ἑκάστοτε ζημιώσῃ τίς τινα, μέχριπερ ἂν ἰάσηται τὸ βλαβέν· δίκην δὲ ἕκαστος πρὸς ἑκάστῳ τῷ κακουργήματι σωφρονιστύος ἕνεκα συνεπομένην προσεκτεισάτω, ὁ μὲν ἀνοίᾳ κακουργήσας ἀλλοτρίᾳ, πειθοῖ διὰ νεότητα ἤ τι τοιοῦτον χρησάμενος, ἐλαφροτέραν, ὁ δὲ διὰ οἰκείαν ἄνοιαν ἢ διʼ ἀκράτειαν ἡδονῶν ἢ λυπῶν, ἐν φόβοις δειλίας ἤ τισιν ἐπιθυμίαις ἢ φθόνοις ἢ θυμοῖς δυσιάτοις γιγνόμενος, βαρυτέραν, οὐχ ἕνεκα τοῦ κακουργῆσαι διδοὺς τὴν δίκην—οὐ γὰρ τὸ γεγονὸς ἀγένητον ἔσται ποτέ—τοῦ δʼ εἰς τὸν αὖθις ἕνεκα χρόνον ἢ τὸ παράπαν μισῆσαι τὴν ἀδικίαν αὐτόν τε καὶ τοὺς ἰδόντας αὐτὸν δικαιούμενον, ἢ λωφῆσαι μέρη πολλὰ τῆς τοιαύτης συμφορᾶς. ὧν δὴ πάντων ἕνεκα χρὴ καὶ πρὸς πάντα τὰ τοιαῦτα βλέποντας τοὺς νόμους τοξότου μὴ κακοῦ στοχάζεσθαι δίκην τοῦ τε μεγέθους τῆς κολάσεως ἑκάστων ἕνεκα καὶ παντελῶς τῆς ἀξίας· ταὐτὸν δʼ ἔργον δρῶντα συνυπηρετεῖν δεῖ τῷ νομοθέτῃ τὸν δικαστήν, ὅταν αὐτῷ τις νόμος ἐπιτρέπῃ τιμᾶν ὅτι χρὴ πάσχειν τὸν κρινόμενον ἢ ἀποτίνειν, τὸν δέ, καθάπερ ζωγράφον, ὑπογράφειν ἔργα ἑπόμενα τῇ γραφῇ. ὃ δὴ καὶ νῦν, ὦ Μέγιλλε καὶ Κλεινία, ποιητέον ἡμῖν ὅτι κάλλιστα καὶ ἄριστα· τῶν κλοπαίων τε καὶ βιαίων πάντων τὰς ζημίας λεγομένας οἵας δεῖ γίγνεσθαι, λεκτέον, ὅπως ἂν ἡμῖν παρείκωσιν θεοὶ καὶ θεῶν παῖδες νομοθετεῖν.μαινόμενος δὲ ἄν τις ᾖ, μὴ φανερὸς ἔστω κατὰ πόλιν· οἱ προσήκοντες δʼ ἑκάστων κατὰ τὰς οἰκίας φυλαττόντων αὐτούς, ὅτῳ ἂν ἐπίστωνται τρόπῳ, ἢ ζημίαν ἐκτινόντων, ὁ μὲν τοῦ μεγίστου τιμήματος ἑκατὸν δραχμάς, ἐάντʼ οὖν δοῦλον ἐάντʼ οὖν καὶ ἐλεύθερον περιορᾷ, δευτέρου δὲ τιμήματος τέτταρα μέρη τῆς μνᾶς τῶν πέντε, τρία δʼ ὁ τρίτος, καὶ δύο ὁ τέταρτος. μαίνονται μὲν οὖν πολλοὶ πολλοὺς τρόπους· οὓς μὲν νῦν εἴπομεν, ὑπὸ νόσων, εἰσὶν δὲ οἳ διὰ θυμοῦ κακὴν φύσιν ἅμα καὶ τροφὴν γενομένην, οἳ δὴ σμικρᾶς ἔχθρας γενομένης, πολλὴν φωνὴν ἱέντες κακῶς ἀλλήλους βλασφημοῦντες λέγουσιν, οὐ πρέπον ἐν εὐνόμων πόλει γίγνεσθαι τοιοῦτον οὐδὲν οὐδαμῇ οὐδαμῶς. εἷς δὴ περὶ κακηγορίας ἔστω νόμος περὶ πάντας ὅδε· Μηδένα κακηγορείτω μηδείς. ὁ δὲ ἀμφισβητῶν ἔν τισι λόγοις ἄλλος ἄλλῳ διδασκέτω καὶ μανθανέτω τόν τε ἀμφισβητοῦντα καὶ τοὺς παρόντας ἀπεχόμενος πάντως τοῦ κακηγορεῖν.