Book XI
Section 931
ΑΘ. νόμοι περὶ θεοὺς ἀρχαῖοι κεῖνται πᾶσιν διχῇ. τοὺς μὲν γὰρ τῶν θεῶν ὁρῶντες σαφῶς τιμῶμεν, τῶν δʼ εἰκόνας ἀγάλματα ἱδρυσάμενοι, οὓς ἡμῖν ἀγάλλουσι καίπερ ἀψύχους ὄντας, ἐκείνους ἡγούμεθα τοὺς ἐμψύχους θεοὺς πολλὴν διὰ ταῦτʼ εὔνοιαν καὶ χάριν ἔχειν. πατὴρ οὖν ὅτῳ καὶ μήτηρ ἢ τούτων πατέρες ἢ μητέρες ἐν οἰκίᾳ κεῖνται κειμήλιοι ἀπειρηκότες γήρᾳ, μηδεὶς διανοηθήτω ποτὲ ἄγαλμα αὑτῷ, τοιοῦτον ἐφέστιον ἵδρυμα ἐν οἰκίᾳ ἔχων, μᾶλλον κύριον ἔσεσθαι, ἐὰν δὴ κατὰ τρόπον γε ὀρθῶς αὐτὸ θεραπεύῃ ὁ κεκτημένος.
ΚΛ. τίνα δὴ τὴν ὀρθότητα εἶναι φράζεις;
ΑΘ. ἐγὼ ἐρῶ· καὶ γὰρ οὖν ἄξιον, ὦ φίλοι, ἀκούειν τά γε δὴ τοιαῦτα.
ΚΛ. λέγε μόνον.
ΑΘ. Οἰδίπους, φαμέν, ἀτιμασθεὶς ἐπηύξατο τοῖς αὑτοῦ τέκνοις ἃ δὴ καὶ πᾶς ὑμνεῖ τέλεα καὶ ἐπήκοα γενέσθαι παρὰ θεῶν, Ἀμύντορά τε Φοίνικι τῷ ἑαυτοῦ ἐπαρᾶσθαι παιδὶ θυμωθέντα καὶ Ἱππολύτῳ Θησέα καὶ ἑτέρους ἄλλοις μυρίους μυρίοις, ὧν γέγονε σαφὲς ἐπηκόους εἶναι γονεῦσι πρὸς τέκνα θεούς· ἀραῖος γὰρ γονεὺς ἐκγόνοις ὡς οὐδεὶς ἕτερος ἄλλοις, δικαιότατα. μὴ δή τις ἀτιμαζομένῳ μὲν διαφερόντως πατρὶ πρὸς παίδων καὶ μητρὶ θεὸν ἐπήκοον ἐν εὐχαῖς ἡγείσθω γίγνεσθαι κατὰ φύσιν, τιμωμένῳ δὲ ἄρα καὶ περιχαρεῖ σφόδρα γενομένῳ, καὶ διὰ τὰ τοιαῦτα εὐχαῖς λιπαρῶς εἰς ἀγαθὰ τοῖς παισὶ παρακαλοῦντος θεούς, οὐκ ἄρα τὰ τοιαῦτα ἀκούειν ἐξ ἴσου καὶ νέμειν ἡμῖν αὐτοὺς ἡγησόμεθα; ἀλλʼ οὐκ ἄν ποτε δίκαιοι νομῆς εἶεν ἀγαθῶν, ὃ δή φαμεν ἥκιστα θεοῖς εἶναι πρέπον.
ΚΛ. πολύ γε.
ΑΘ. οὐκοῦν διανοηθῶμεν, ὃ σμικρῷ πρότερον εἴπομεν, ὡς οὐδὲν πρὸς θεῶν τιμιώτερον ἄγαλμʼ ἂν κτησαίμεθα πατρὸς καὶ προπάτορος παρειμένων γήρᾳ καὶ μητέρων τὴν αὐτὴν δύναμιν ἐχουσῶν, οὓς ὅταν ἀγάλλῃ τις τιμαῖς, γέγηθεν ὁ θεός· οὐ γὰρ ἂν ἐπήκοος ἦν αὐτῶν. θαυμαστὸν γὰρ δήπου τὸ προγόνων ἵδρυμα ἡμῖν ἐστιν, διαφερόντως τῶν ἀψύχων· τὰ μὲν γὰρ θεραπευόμενα ὑφʼ ἡμῶν, ὅσα ἔμψυχα, συνεύχεται ἑκάστοτε, καὶ ἀτιμαζόμενα τἀναντία, τὰ δʼ οὐδέτερα, ὥστε ἂν ὀρθῶς τις χρῆται πατρὶ καὶ προπάτορι καὶ πᾶσι τοῖς τοιούτοις, πάντων πρὸς θεοφιλῆ μοῖραν κυριώτατα ἀγαλμάτων ἂν κεκτῇτο.
ΚΛ. κάλλιστʼ εἶπες.