Book XI

ΑΘ.ἐὰν δὲ ἀνὴρ καὶ γυνὴ μηδαμῇ συμφέρωνται τρόπων ἀτυχίᾳ χρώμενοι, δέκα μὲν ἄνδρας τῶν νομοφυλάκων ἐπιμελεῖσθαι τῶν τοιούτων ἀεὶ χρεὼν τοὺς μέσους, δέκα δὲ τῶν περὶ γάμους γυναικῶν ὡσαύτως· καὶ ἐὰν μὲν δὴ συναλλάττειν δύνωνται, ταῦτʼ ἔστω κύρια, ἐὰν δʼ αἱ ψυχαὶ κυμαίνωσιν μειζόνως αὐτῶν, ζητεῖν κατὰ δύναμιν οἵτινες ἑκατέρῳ συνοίσουσιν. εἰκὸς δὲ εἶναι τοὺς τοιούτους μὴ πρᾳέσιν ἤθεσιν κεχρημένους· βαθύτερα δὴ τούτοις καὶ πρᾳότερα τρόπων ἤθη σύννομα πειρᾶσθαι προσαρμόττειν. καὶ ὅσοι μὲν ἂν ἄπαιδες αὐτῶν ἢ ὀλιγόπαιδες ὄντες διαφέρωνται, καὶ παίδων ἕνεκα τὴν συνοίκησιν ποιεῖσθαι· ὅσοι δʼ ἂν ἱκανῶν ὄντων παίδων, τῆς συγκαταγηράσεως ἕνεκα καὶ ἐπιμελείας ἀλλήλων τὴν διάζευξίν τε καὶ σύζευξιν ποιεῖσθαι χρεών. ἐὰν δὲ τελευτᾷ γυνὴ καταλείπουσα παῖδας θηλείας τε καὶ ἄρρενας, συμβουλευτικὸς ἂν εἴη νόμος ὁ τιθέμενος, οὐκ ἀναγκαστικός, τρέφειν τοὺς ὄντας παῖδας μὴ μητρυὰν ἐπαγόμενον· μὴ δὲ ὄντων, ἐξ ἀνάγκης γαμεῖν, μέχριπερ ἂν ἱκανοὺς γεννήσῃ παῖδας τῷ τε οἴκῳ καὶ τῇ πόλει. ἢν δὲ ὁ ἀνὴρ ἀποθάνῃ παῖδας ἱκανοὺς λιπών, ἡ μήτηρ τῶν παίδων αὐτοῦ μένουσα τρεφέτω· νεωτέρα δʼ ἂν δοκῇ τοῦ δέοντος εἶναι πρὸς τὸ ζῆν αὖ ὑγιαίνουσα ἄνανδρος, οἱ προσήκοντες πρὸς τὰς τῶν γάμων ἐπιμελουμένας γυναῖκας κοινούμενοι, τὸ δοκοῦν αὑτοῖς τε καὶ ἐκείναις περὶ τῶν τοιούτων ποιούντων, ἐὰν δὲ ἐνδεεῖς τέκνων ὦσιν, καὶ παίδων ἕνεκα, παίδων δὲ ἱκανότης ἀκριβὴς ἄρρην καὶ θήλεια ἔστω τῷ νόμῳ. ὅταν δὲ ὁμολογῆται μὲν τὸ γενόμενον εἶναι τῶν ποιουμένων ἔκγονον, δέηται δὲ κρίσεως τίνι τὸ γεννηθὲν ἕπεσθαι χρεών, δούλη μὲν ἐὰν συμμείξῃ δούλῳ ἢ ἐλευθέρῳ ἢ ἀπελευθέρῳ, πάντως τοῦ δεσπότου ἔστω τῆς δούλης τὸ γεννώμενον, ἐὰν δέ τις ἐλευθέρα δούλῳ συγγίγνηται, τοῦ δεσπότου ἔστω τὸ γιγνόμενον τοῦ δούλου· ἐὰν δʼ ἐξ αὑτοῦ δούλης ἢ ἐκ δούλου ἑαυτῆς, καὶ περιφανὲς τοῦτʼ ᾖ, τὸ μὲν τῆς γυναικὸς αἱ γυναῖκες εἰς ἄλλην χώραν ἐκπεμπόντων σὺν τῷ πατρί, τὸ δὲ τοῦ ἀνδρὸς οἱ νομοφύλακες σὺν τῇ γεννησάσῃ. γονέων δὲ ἀμελεῖν οὔτε θεὸς οὔτε ἄνθρωπος νοῦν ἔχων σύμβουλός ποτε γένοιτʼ ἂν οὐδεὶς οὐδενί· φρονῆσαι δὲ χρὴ περὶ θεῶν θεραπείας τοιόνδε προοίμιον ἂν γενόμενον εἰς τὰς τῶν γεννησάντων τιμάς τε καὶ ἀτιμίας ὀρθῶς συντεταγμένον·