Book XI

ΑΘ. διὸ δὴ περὶ τοῦτο αὐτὸ τὴν ὀρφανῶν πέρι νομοθεσίαν παραμυθούμενός τε καὶ ἀπειλῶν ὁ νόμος ἐσπούδακεν. ἔτι δʼ ἀπειλή τις ἂν τοιάδε εἴη μάλα ἔγκαιρος· ὃς ἂν θῆλυν εἴτε ἄρρενα ἐπιτροπεύῃ, καὶ ὃς ἂν ἐπιτρόπου φύλαξ τῶν νομοφυλάκων καταστὰς ἐπιμελῆται, μὴ χεῖρον ἀγαπάτω τῶν αὑτοῦ τέκνων τὸν τῆς ὀρφανικῆς μετειληφότα τύχης, μηδὲ τῶν οἰκείων τῶν τοῦ τρεφομένου χεῖρον χρημάτων ἐπιμελείσθω, βέλτιον δὲ ἢ τῶν αὑτοῦ κατὰ προθυμίαν. ἕνα δὲ τοῦτον νόμον ἔχων ὀρφανῶν πέρι πᾶς ἐπιτροπευέτω· ἐὰν δὲ ἄλλως τις περὶ τὰ τοιαῦτα πράττῃ παρὰ τὸν νόμον τόνδε, ὁ μὲν ἄρχων ζημιούτω τὸν ἐπίτροπον, ὁ δὲ ἐπίτροπος τὸν ἄρχοντα εἰς τὸ τῶν ἐκκρίτων δικαστήριον εἰσάγων ζημιούτω τῷ δόξαντι τιμήματι τῷ δικαστηρίῳ διπλῇ. ἐὰν δʼ ἐπίτροπος ἀμελεῖν ἢ κακουργεῖν δοκῇ τοῖς οἰκείοις ἢ καὶ τῶν ἄλλων τινὶ πολιτῶν, εἰς ταὐτὸν ἀγέτω δικαστήριον· ὅτι δʼ ἂν ὄφλῃ, τετραπλασίαν μὲν τούτου τίνειν, γιγνέσθω δὲ τὸ μὲν ἥμισυ τοῦ παιδός, τὸ δʼ ἥμισυ τοῦ καταδικασαμένου τὴν δίκην. ἅμα δʼ ἂν ἡβήσῃ τις τῶν ὀρφανῶν, ἐὰν ἡγῆται κακῶς ἐπιτροπευθῆναι, μέχρι πέντε ἐτῶν ἐξηκούσης τῆς ἐπιτροπῆς ἔστω δίκην λαχεῖν ἐπιτροπίας· ἐὰν δέ τις ὄφλῃ τῶν ἐπιτρόπων, τιμᾶν τὸ δικαστήριον ὅτι χρὴ παθεῖν ἢ ἀποτίνειν, ἐὰν δὲ δὴ τῶν ἀρχόντων, ἀμελείᾳ μὲν δόξας κακῶσαι τὸν ὀρφανόν, ὅτι χρὴ τίνειν αὐτὸν τῷ παιδί, τιμάτω τὸ δικαστήριον, ἐὰν δὲ ἀδικίᾳ, πρὸς τῷ τιμήματι, τῆς ἀρχῆς τῶν νομοφυλάκων ἀφιστάσθω, τὸ δὲ κοινὸν τῆς πόλεως ἕτερον νομοφύλακα ἀντὶ τούτου καθιστάτω τῇ χώρᾳ καὶ τῇ πόλει.διαφοραὶ πατέρων τε πρὸς αὑτῶν παῖδας γίγνονται καὶ παίδων πρὸς γεννητὰς μείζους ἢ χρεών, ἐν αἷς οἵ τε πατέρες ἡγοῖντʼ ἂν δεῖν τὸν νομοθέτην νομοθετεῖν ἐξεῖναί σφισιν, ἐὰν βούλωνται, τὸν ὑὸν ὑπὸ κήρυκος ἐναντίον ἁπάντων ἀπειπεῖν ὑὸν κατὰ νόμον μηκέτʼ εἶναι, ὑεῖς τʼ αὖ σφίσι πατέρας ὑπὸ νόσων ἢ γήρως διατιθεμένους αἰσχρῶς ἐξεῖναι παρανοίας γράφεσθαι· ταῦτα δὲ ὄντως ἐν παγκάκων ἤθεσιν ἀνθρώπων γίγνεσθαι φιλεῖ, ἐπεὶ ἡμίσεών γε ὄντων τῶν κακῶν, οἷον μὴ κακοῦ μὲν πατρός, ὑέος δέ, ἢ τοὐναντίον, οὐ γίγνονται συμφοραὶ τηλικαύτης ἔχθρας ἔκγονοι.