Book XI
Section 927
ΑΘ. εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσίν τινα τελευτήσασαι, ᾗ τῶν κατʼ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται· ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δʼ εἰσὶν περιέχοντες λόγοι, πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖσιν καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δʼ αὖ καὶ τοῖς νομοθετοῦσιν ταῦθʼ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται. ταύτῃ δὲ εἰ ταῦτʼ ἐστὶν κατὰ φύσιν, πρῶτον μὲν τοὺς ἄνω θεοὺς φοβείσθων, οἳ τῶν ὀρφανῶν τῆς ἐρημίας αἰσθήσεις ἔχουσιν, εἶτα τὰς τῶν κεκμηκότων ψυχάς, αἷς ἐστιν ἐν τῇ φύσει τῶν αὑτῶν ἐκγόνων κήδεσθαι διαφερόντως καὶ τιμῶσίν τε αὐτοὺς εὐμενεῖς εἶναι καὶ ἀτιμάζουσιν δυσμενεῖς, ἔτι δὲ τὰς τῶν ζώντων μέν, ἐν γήρᾳ δὲ ὄντων καὶ ἐν μεγίσταις τιμαῖς—ὅπουπερ πόλις εὐνομοῦσα εὐδαιμονεῖ, τούτους οἱ παῖδες παίδων φιλοστοργοῦντες ζῶσι μεθʼ ἡδονῆς· καὶ τὰ περὶ ταῦτα ὀξὺ μὲν ἀκούουσιν βλέπουσίν τε ὀξύ, τοῖς τε περὶ αὐτὰ δικαίοις εὐμενεῖς εἰσιν, νεμεσῶσίν τε μάλιστα αὖ τοῖς εἰς ὀρφανὰ καὶ ἔρημα ὑβρίζουσιν, παρακαταθήκην εἶναι μεγίστην ἡγούμενοι καὶ ἱερωτάτην—οἷς ἐπίτροπον καὶ ἄρχοντα πᾶσι δεῖ τὸν νοῦν, ᾧ καὶ βραχὺς ἐνείη, προσέχοντα, καὶ εὐλαβούμενον περὶ τροφήν τε καὶ παιδείαν ὀρφανῶν, ὡς ἔρανον εἰσφέροντα ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ, κατὰ δύναμιν πάντως πᾶσαν εὐεργετεῖν. ὁ μὲν δὴ πεισθεὶς τῷ πρὸ τοῦ νόμου μύθῳ καὶ μηδὲν εἰς ὀρφανὸν ὑβρίσας οὐκ εἴσεται ἐναργῶς τὴν περὶ τὰ τοιαῦτα ὀργὴν νομοθέτου, ὁ δὲ ἀπειθὴς καί τινα πατρὸς ἢ μητρὸς ἔρημον ἀδικῶν διπλῆν τινέτω πᾶσαν τὴν βλάβην ἢ περὶ τὸν ἀμφιθαλῆ γενόμενος κακός. τὴν δὲ ἄλλην νομοθεσίαν ἐπιτρόποισίν τε περὶ ὀρφανοὺς ἄρχουσίν τε περὶ τὴν ἐπιμέλειαν τῶν ἐπιτρόπων, εἰ μὲν μὴ παράδειγμά τε τροφῆς παίδων ἐλευθέρων ἐκέκτηντο αὐτοὶ τρέφοντες τοὺς αὑτῶν καὶ τῶν οἰκείων χρημάτων ἐπιμελούμενοι, ἔτι δὲ νόμους περὶ αὐτῶν τούτων μετρίως διειρημένους εἶχον, εἶχέν τινα λόγον ἂν ἐπιτροπικούς τινας νόμους, ὡς ὄντας ἰδίᾳ διαφέροντας πολύ, τιθέναι, ποικίλλοντας ἐπιτηδεύμασιν ἰδίοις τὸν τῶν ὀρφανῶν βίον παρὰ τὸν τῶν μή· νῦν δὲ εἰς μὲν τὰ τοιαῦτα σύμπαντα οὐ πολὺ διαφέρον ἡ παρʼ ἡμῖν ὀρφανία κέκτηται τῆς πατρονομικῆς, τιμαῖς δὲ καὶ ἀτιμίαις ἅμα καὶ ἐπιμελείαισιν οὐδαμῶς ἐξισοῦσθαι φιλεῖ.