Book IX

ΑΘ. καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφήν, ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων ὡσαύτως, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις—ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς μηδέποτε γιγνέσθω μηδὲ κοινωνὸς ἱερῶν—ἐὰν δέ τις ἀπειθῇ, τῷ τῆς περὶ ταῦτα ἀσεβείας εἰρημένῳ νόμῳ ὑπόδικος ὀρθῶς ἂν γίγνοιτο μετὰ δίκης. ἐὰν δʼ ἄρα τις εἰς τοσοῦτον ἀκρατὴς θυμοῦ γίγνηται πρὸς τοὺς γεννήσαντας, ὥστε μανίαις ὀργῆς τῶν γεννητόρων τολμῆσαι κτεῖναί τινα, ἐὰν μὲν ὁ τελευτήσας πρὶν τελευτῆσαι τὸν δράσαντα φόνου ἀφιῇ ἑκών, καθάπερ οἱ τὸν ἀκούσιον φόνον ἐξεργασάμενοι καθαρθείς, καὶ τἆλλα ὅσαπερ ἐκεῖνοι πράξας, καθαρὸς ἔστω, ἐὰν δὲ μὴ ἀφῇ, πολλοῖς ἔνοχος ἔστω νόμοις ὁ δράσας τι τοιοῦτον· καὶ γὰρ αἰκίας δίκαις ταῖς ἐσχάταις ἔνοχος ἂν γίγνοιτο καὶ ἀσεβείας ὡσαύτως καὶ ἱεροσυλίας, τὴν τοῦ γεννητοῦ ψυχὴν συλήσας, ὥστʼ εἴπερ οἷόν τʼ ἦν τὸ πολλάκις ἀποθνῄσκειν τὸν αὐτόν, καὶ τὸν πατροφόνον ἢ μητροκτόνον, ἐξεργασάμενον θυμῷ τοῦτο, δικαιότατον θανάτων πολλῶν ἦν τυγχάνειν. ᾧ γὰρ μόνῳ οὐδʼ ἀμυνομένῳ θάνατον, μέλλοντι ὑπὸ τῶν γονέων τελευτήσεσθαι, παρέξει νόμος οὐδεὶς κτεῖναι τὸν πατέρα ἢ μητέρα, τοὺς εἰς φῶς τὴν ἐκείνου φύσιν ἀγαγόντας, ἀλλʼ ὑπομείναντα τὰ πάντα πάσχειν πρίν τι δρᾶν τοιοῦτον νομοθετήσει, πῶς τούτῳ δίκης γε ἄλλως προσῆκον τυγχάνειν ἂν γίγνοιτο ἐν νόμῳ; κείσθω δὴ τῷ πατέρα ἢ μητέρα ἀποκτείναντι θυμῷ θάνατος ἡ ζημία. ἀδελφὸς δὲ ἂν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης ἤ τινι τρόπῳ τοιούτῳ, ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας ἔστω καθαρός, καὶ ἐὰν πολίτης πολίτην, ὡσαύτως, ἢ ξένος ξένον. ἐὰν δὲ ἀστὸς ξένον ἢ ξένος ἀστὸν ἀμυνόμενος κτείνῃ, κατὰ ταὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι. καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως· ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας πατέρα, τοῖς αὐτοῖς ἔνοχος ἔστω νόμοις. ὃ δὲ περὶ τῆς ἀφέσεως εἴρηται φόνου πατρί, ταὐτὸν τοῦτο ἔστω περὶ ἁπάσης τῶν τοιούτων ἀφέσεως, ἐὰν ὁστισοῦν ὁτῳοῦν ἀφιῇ τοῦτο ἑκών, ὡς ἀκουσίου γεγονότος τοῦ φόνου, οἵ τε καθαρμοὶ γιγνέσθωσαν τῷ δράσαντι καὶ ἐνιαυτὸς εἷς ἔστω τῆς ἐκδημίας ἐν νόμῳ. καὶ τὰ μὲν δὴ βίαιά τε καὶ ἀκούσια καὶ κατὰ τὸν θυμὸν γιγνόμενα περὶ φόνους μετρίως εἰρήσθω· τὰ δὲ περὶ τὰ ἑκούσια καὶ κατʼ ἀδικίαν πᾶσαν γιγνόμενα τούτων πέρι καὶ ἐπιβουλῆς διʼ ἥττας ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ φθόνων, ταῦτα μετʼ ἐκεῖνα ἡμῖν λεκτέον.

ΚΛ. ὀρθῶς λέγεις.