Book IX
Section 868
ΑΘ. τοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων ἀρχόντων ἐμμένειν. ἐὰν δʼ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ, κατελθὼν δέ, κατὰ τὴν τοῦ ξένου ἄφιξιν ταύτῃ πασχέτω. δοῦλον δʼ ὁ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτεισάτω τῷ κεκτημένῳ. ὅστις δʼ ἂν τῶν ἀποκτεινάντων πάντων μὴ πείθηται τῷ νόμῳ, ἀλλʼ ἀκάθαρτος ὢν ἀγοράν τε καὶ ἆθλα καὶ τὰ ἄλλα ἱερὰ μιαίνῃ, ὁ βουλόμενος, τόν τε ἐπιτρέποντα τῶν προσηκόντων τῷ τελευτήσαντι καὶ τὸν ἀποκτείναντα εἰς δίκην καταστήσας, τὴν διπλασίαν χρημάτων τε καὶ τῶν ἄλλων πράξεων ἀναγκαζέτω πράττειν τε καὶ ἐκτίνειν, τὸ δὲ ἔκτεισμα αὐτὸς αὑτῷ κομιζέσθω κατὰ τὸν νόμον. ἐὰν δέ τις θυμῷ δοῦλος δεσπότην αὑτοῦ κτείνῃ, τοὺς προσήκοντας τοῦ τελευτήσαντος χρωμένους τῷ κτείναντι χρείαν ἣν ἂν ἐθέλωσι, πλὴν μηδαμῇ μηδαμῶς ζωγροῦντας, καθαροὺς εἶναι· ἐὰν δὲ ἄλλος τις δοῦλος ἐλεύθερον ἀποκτείνῃ θυμῷ, παραδιδόντων οἱ δεσπόται τὸν δοῦλον τοῖς προσήκουσι τοῦ τελευτήσαντος, οἱ δὲ ἐξ ἀνάγκης μὲν θανατωσάντων τὸν δράσαντα, τρόπῳ δὲ ᾧ ἂν ἐθέλωσιν. ἂν δʼ, ὃ γίγνεται μέν, ὀλιγάκις δέ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ ὑὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαιρέσθω καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων, ἀπαλλάττεσθαι γυναῖκά τε ἀπʼ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικός, καὶ μή ποτʼ ἔτι κοινῇ παιδοποιήσασθαι, μηδὲ συνέστιον ὧν ἔκγονον ἢ ἀδελφὸν ἀπεστέρηκε γίγνεσθαί ποτε μηδὲ κοινωνὸν ἱερῶν· ὁ δὲ ἀσεβῶν τε περὶ ταῦτα καὶ ἀπειθῶν ὑπόδικος ἀσεβείας γιγνέσθω τῷ ἐθέλοντι. γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ διʼ ὀργὴν κτείνῃ τινά τις, ἢ γυνὴ ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι μὲν τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὅ τι τοιοῦτον δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ· ἀπειθῶν δὲ ὁ γεννήτωρ ἢ ὁ γεννηθεὶς ἀσεβείας αὖ ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι.