Book I
Section 640
ΚΛ. πῶς δὴ ταῦτα, ὦ ξένε, λέγεις; εἰπὲ ἔτι σαφέστερον· ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐδὲ ἐντυγχάνοντες ἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ γιγνόμενον ἐν αὐτοῖς.
ΑΘ. εἰκὸς λέγεις· ἀλλʼ ἐμοῦ φράζοντος πειρῶ μανθάνειν. τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι, μανθάνεις;
ΚΛ. πῶς γὰρ οὔ;
ΑΘ. καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ τὸν ἄρχοντʼ εἶναι.
ΚΛ. πῶς δʼ οὔ;
ΑΘ. ὁ μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον τεθορύβηται.
ΚΛ. καὶ τοῦτο οὕτως.
ΑΘ. εἰ δʼ ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρʼ οὐ τοῦτʼ ἂν παντὶ τρόπῳ ἐπράττομεν;
ΚΛ. σφόδρα μὲν οὖν.
ΑΘ. νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δʼ ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.
ΚΛ. ὀρθῶς.
ΑΘ. ἔστιν δέ γε ἡ τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ μέθης, οὐκ ἀθόρυβος. ἦ γάρ;
ΚΛ. πῶς γάρ; ἀλλʼ οἶμαι πᾶν τοὐναντίον.
ΑΘ. οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;
ΚΛ. τί μήν; ὡς οὐδενί γε πράγματι.
ΑΘ. πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον ἄρχοντα ἐκπορίζεσθαι δεῖ;
ΚΛ. πῶς γὰρ οὔ;
ΑΘ. καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρόνιμον εἶναι δεῖ· γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης φιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ τὴν τότε συνουσίαν.
ΚΛ. ἀληθέστατα.
ΑΘ. οὐκοῦν νήφοντά τε καὶ σοφὸν ἄρχοντα μεθυόντων δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον; μεθυόντων γὰρ μεθύων καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα, πολλῇ χρῷτʼ ἂν ἀγαθῇ τύχῃ.
ΚΛ. παμπόλλῃ μὲν οὖν.
ΑΘ. οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπικαλῶν αὐτῷ τῷ πράγματι, τάχʼ ἂν ὀρθῶς ἴσως μέμφοιτο· εἰ δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτʼ αὐτὸ γιγνόμενον οὐκ ὀρθῶς, εἶθʼ ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν, δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον.