Book I
Section 639
ΜΕ. καὶ μὴν εἴ τινα ἔχομεν ὀρθὴν σκέψιν τῶν τοιούτων, οὐκ ἀποκνητέον ἀκούειν.
ΑΘ. σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;
ΜΕ. καὶ πῶς;
ΑΘ. χρηστὸς δὲ ἄρχων ἔσθʼ ἡμῖν ἐν πλοίοις πότερον ἐὰν τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντʼ οὖν ναυτιᾷ ἄντε μή, ἢ πῶς ἂν λέγοιμεν;
ΜΕ. οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος ὃ λέγεις.
ΑΘ. τί δʼ ἄρχων στρατοπέδων; ἆρʼ ἐὰν τὴν πολεμικὴν ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ;
ΜΕ. καὶ πῶς;
ΑΘ. ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ᾖ;
ΜΕ. παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν.
ΑΘ. τί δʼ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν ᾗ πέφυκέν τε ἄρχων εἶναι μετʼ ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτʼ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν μετʼ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινέσεσθαι;
ΜΕ. πῶς δʼ ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους ὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων;
ΑΘ. ἔχε δή· τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι;
ΜΕ. καὶ σφόδρα γε.
ΑΘ. ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν—οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμον—ἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην μὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δʼ εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθʼ ὡς εἰπεῖν διημαρτημένα.