Book VII
Section 800
ΑΘ. δεδόχθω μὲν δή, φαμέν, τὸ ἄτοπον τοῦτο, νόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι, καὶ καθάπερ οἱ παλαιοὶ τότε περὶ κιθαρῳδίαν οὕτω πως, ὡς ἔοικεν, ὠνόμασαν—ὥστε τάχʼ ἂν οὐδʼ ἐκεῖνοι παντάπασί γʼ ἂν ἀφεστῶτες εἶεν τοῦ νῦν λεγομένου, καθʼ ὕπνον δὲ οἷόν πού τις ἢ καὶ ὕπαρ ἐγρηγορὼς ὠνείρωξεν μαντευόμενος αὐτό—τὸ δʼ οὖν δόγμα περὶ αὐτοῦ τοῦτʼ ἔστω· παρὰ τὰ δημόσια μέλη τε καὶ ἱερὰ καὶ τὴν τῶν νέων σύμπασαν χορείαν μηδεὶς μᾶλλον ἢ παρʼ ὁντινοῦν ἄλλον τῶν νόμων φθεγγέσθω μηδʼ ἐν ὀρχήσει κινείσθω. καὶ ὁ μὲν τοιοῦτος ἀζήμιος ἀπαλλαττέσθω, τὸν δὲ μὴ πειθόμενον, καθάπερ ἐρρήθη νυνδή, νομοφύλακές τε καὶ ἱέρειαι καὶ ἱερῆς κολαζόντων. κείσθω δὲ νῦν ἡμῖν ταῦτα τῷ λόγῳ;
ΚΛ. κείσθω.
ΑΘ. τίνα δὴ τρόπον αὐτὰ νομοθετῶν τις μὴ παντάπασιν καταγέλαστος γίγνοιτʼ ἄν; ἴδωμεν δὴ τὸ τοιόνδʼ ἔτι περὶ αὐτά. ἀσφαλέστατον καθάπερ ἐκμαγεῖʼ ἄττʼ αὐτοῖσιν πρῶτον πλάσασθαι τῷ λόγῳ, λέγω δὲ ἓν μὲν τῶν ἐκμαγείων εἶναι τοιόνδε τι· θυσίας γενομένης καὶ ἱερῶν καυθέντων κατὰ νόμον, εἴ τῴ τις, φαμέν, ἰδίᾳ παραστὰς τοῖς βωμοῖς τε καὶ ἱεροῖς, ὑὸς ἢ καὶ ἀδελφός, βλασφημοῖ πᾶσαν βλασφημίαν, ἆρʼ οὐκ, ἂν φαῖμεν, ἀθυμίαν καὶ κακὴν ὄτταν καὶ μαντείαν πατρὶ καὶ τοῖς ἄλλοις ἂν οἰκείοις φθέγγοιτο ἐντιθείς;
ΚΛ. τί μήν;
ΑΘ. ἐν τοίνυν τοῖς παρʼ ἡμῖν τόποις τοῦτʼ ἐστὶν ταῖς πόλεσι γιγνόμενον ὡς ἔπος εἰπεῖν σχεδὸν ὀλίγου πάσαις· δημοσίᾳ γάρ τινα θυσίαν ὅταν ἀρχή τις θύσῃ, μετὰ ταῦτα χορὸς οὐχ εἷς ἀλλὰ πλῆθος χορῶν ἥκει, καὶ στάντες οὐ πόρρω τῶν βωμῶν ἀλλὰ παρʼ αὐτοὺς ἐνίοτε, πᾶσαν βλασφημίαν τῶν ἱερῶν καταχέουσιν, ῥήμασί τε καὶ ῥυθμοῖς καὶ γοωδεστάταις ἁρμονίαις συντείνοντες τὰς τῶν ἀκροωμένων ψυχάς, καὶ ὃς ἂν δακρῦσαι μάλιστα τὴν θύσασαν παραχρῆμα ποιήσῃ πόλιν, οὗτος τὰ νικητήρια φέρει. τοῦτον δὴ τὸν νόμον ἆρʼ οὐκ ἀποψηφιζόμεθα; καὶ εἴ ποτʼ ἄρα δεῖ τοιούτων οἴκτων γίγνεσθαι τοὺς πολίτας ἐπηκόους, ὁπόταν ἡμέραι μὴ καθαραί τινες ἀλλὰ ἀποφράδες ὦσιν, τόθʼ ἥκειν δέον ἂν εἴη μᾶλλον χορούς τινας ἔξωθεν μεμισθωμένους ᾠδούς, οἷον οἱ περὶ τοὺς τελευτήσαντας μισθούμενοι Καρικῇ τινι μούσῃ προπέμπουσι τοὺς τελευτήσαντας; τοιοῦτόν που πρέπον ἂν εἴη καὶ περὶ τὰς τοιαύτας ᾠδὰς γιγνόμενον, καὶ δὴ καὶ στολή γέ που ταῖς ἐπικηδείοις ᾠδαῖς οὐ στέφανοι πρέποιεν ἂν οὐδʼ ἐπίχρυσοι κόσμοι, πᾶν δὲ τοὐναντίον, ἵνʼ ὅτι τάχιστα περὶ αὐτῶν λέγων ἀπαλλάττωμαι. τὸ δὲ τοσοῦτον ἡμᾶς αὐτοὺς ἐπανερωτῶ πάλιν, τῶν ἐκμαγείων ταῖς ᾠδαῖς εἰ πρῶτον ἓν τοῦθʼ ἡμῖν ἀρέσκον κείσθω.
ΚΛ. τὸ ποῖον;