Book VII
Section 799
ΑΘ. ἔχει τις οὖν ἡμῶν ἐπὶ τὰ τοιαῦτα βελτίω τινα τέχνην τῆς τῶν Αἰγυπτίων;
ΚΛ. ποίας δὴ λέγεις;
ΑΘ. τοῦ καθιερῶσαι πᾶσαν μὲν ὄρχησιν, πάντα δὲ μέλη, τάξαντας πρῶτον μὲν τὰς ἑορτάς, συλλογισαμένους εἰς τὸν ἐνιαυτὸν ἅστινας ἐν οἷς χρόνοις καὶ οἷστισιν ἑκάστοις τῶν θεῶν καὶ παισὶ τούτων καὶ δαίμοσι γίγνεσθαι χρεών, μετὰ δὲ τοῦτο, ἐπὶ τοῖς τῶν θεῶν θύμασιν ἑκάστοις ἣν ᾠδὴν δεῖ ἐφυμνεῖσθαι, καὶ χορείαις ποίαισιν γεραίρειν τὴν τότε θυσίαν, τάξαι μὲν πρῶτόν τινας, ἃ δʼ ἂν ταχθῇ, Μοίραις καὶ τοῖς ἄλλοις πᾶσι θεοῖς θύσαντας κοινῇ πάντας τοὺς πολίτας, σπένδοντας καθιεροῦν ἑκάστας τὰς ᾠδὰς ἑκάστοις τῶν θεῶν καὶ τῶν ἄλλων· ἂν δὲ παρʼ αὐτά τίς τῳ θεῶν ἄλλους ὕμνους ἢ χορείας προσάγῃ, τοὺς ἱερέας τε καὶ τὰς ἱερείας μετὰ νομοφυλάκων ἐξείργοντας ὁσίως ἐξείργειν καὶ κατὰ νόμον, τὸν δὲ ἐξειργόμενον, ἂν μὴ ἑκὼν ἐξείργηται, δίκας ἀσεβείας διὰ βίου παντὸς τῷ ἐθελήσαντι παρέχειν.
ΚΛ. ὀρθῶς.
ΑΘ. πρὸς τούτῳ δὴ νῦν γενόμενοι τῷ λόγῳ, πάθωμεν τὸ πρέπον ἡμῖν αὐτοῖς.
ΚΛ. τοῦ πέρι λέγεις;
ΑΘ. πᾶς που νέος, μὴ ὅτι πρεσβύτης, ἰδὼν ἂν ἢ καὶ ἀκούσας ὁτιοῦν τῶν ἐκτόπων καὶ μηδαμῇ πως συνήθων, οὐκ ἄν ποτέ που τὸ ἀπορηθὲν περὶ αὐτῶν συγχωρήσειεν ἐπιδραμὼν οὕτως εὐθύς, στὰς δʼ ἄν, καθάπερ ἐν τριόδῳ γενόμενος καὶ μὴ σφόδρα κατειδὼς ὁδόν, εἴτε μόνος εἴτε μετʼ ἄλλων τύχοι πορευόμενος, ἀνέροιτʼ ἂν αὑτὸν καὶ τοὺς ἄλλους τὸ ἀπορούμενον, καὶ οὐκ ἂν πρότερον ὁρμήσειεν, πρίν πῃ βεβαιώσαιτο τὴν σκέψιν τῆς πορείας ὅπῃ ποτὲ φέρει. καὶ δὴ καὶ τὸ παρὸν ἡμῖν ὡσαύτως ποιητέον· ἀτόπου γὰρ τὰ νῦν ἐμπεπτωκότος λόγου περὶ νόμων, ἀνάγκη που σκέψιν πᾶσαν ποιήσασθαι, καὶ μὴ ῥᾳδίως οὕτως περὶ τοσούτων τηλικούτους ὄντας φάναι διισχυριζομένους ἐν τῷ παραχρῆμά τι σαφὲς ἂν εἰπεῖν ἔχειν.
ΚΛ. ἀληθέστατα λέγεις.
ΑΘ. οὐκοῦν τούτῳ μὲν χρόνον δώσομεν, βεβαιώσομεν δὲ τότε αὐτό, ὁπόταν σκεψώμεθα ἱκανῶς· ἵνα δὲ μὴ τὴν ἑπομένην τάξιν τοῖς νόμοις τοῖς νῦν ἡμῖν παροῦσι διαπεράνασθαι κωλυθῶμεν μάτην, ἴωμεν πρὸς τὸ τέλος αὐτῶν. τάχα γὰρ ἴσως, εἰ θεὸς ἐθέλοι, κἂν ἡ διέξοδος αὕτη ὅλη σχοῦσα τέλος ἱκανῶς ἂν μηνύσειε καὶ τὸ νῦν διαπορούμενον.
ΚΛ. ἄριστʼ, ὦ ξένε, λέγεις, καὶ ποιῶμεν οὕτως ὡς εἴρηκας.