Section 227
ΕΤ. ἔγωγε.
ΣΩ. ἔστιν οὖν ὅτῳ ἀγαθόν ἐστι ζημιοῦσθαι;
ΕΤ. οὐδενί.
ΣΩ. ἀλλὰ κακόν;
ΕΤ. ναί.
ΣΩ. βλάπτονται ὑπὸ τῆς ζημίας ἄρα ἄνθρωποι.
ΕΤ. βλάπτονται.
ΣΩ. κακὸν ἄρα ἡ ζημία.
ΕΤ. ναί.
ΣΩ. ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος.
ΕΤ. ἐναντίον.
ΣΩ. ἀγαθὸν ἄρα τὸ κέρδος.
ΕΤ. ναί.
ΣΩ. τοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς.
ΕΤ. ἔοικεν.
ΣΩ. οὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς. ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς;
ΕΤ. ἔγωγε.
ΣΩ. ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν;
ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε.
ΣΩ. ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς.
ΕΤ. ναί.
ΣΩ. ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ· ὁμολογήσω γὰρ καὶ ἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν;
ΕΤ. ἔμοιγε φαίνεται.
ΣΩ. τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν;
ΕΤ. ναί.
ΣΩ. πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι;
ΕΤ. εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν φιλοκερδῆ. ὀρθῶς δʼ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπʼ αὐτῶν, ἀφʼ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν.
ΣΩ. ἀλλʼ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι.
ΕΤ. τί οὖν δὴ τοῦτο;
ΣΩ. ὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί.
ΕΤ. ναί.
ΣΩ. οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν.
ΕΤ. οὐκ ἀφʼ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν.
ΣΩ. βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι;
ΕΤ. οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω.
ΣΩ. ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι;
ΕΤ. ὑπὸ ἀμφοτέρων· καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ.
ΣΩ. ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι;
ΕΤ. οὐκ ἔμοιγε.