Section 10
ΣΩ. τάχʼ, ὠγαθέ, βέλτιον εἰσόμεθα. ἐννόησον γὰρ τὸ τοιόνδε· ἆρα τὸ ὅσιον ὅτι ὅσιόν ἐστιν φιλεῖται ὑπὸ τῶν θεῶν, ἢ ὅτι φιλεῖται ὅσιόν ἐστιν;
ΕΥΘ. οὐκ οἶδʼ ὅτι λέγεις, ὦ Σώκρατες.
ΣΩ. ἀλλʼ ἐγὼ πειράσομαι σαφέστερον φράσαι. λέγομέν τι φερόμενον καὶ φέρον καὶ ἀγόμενον καὶ ἄγον καὶ ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι ἕτερα ἀλλήλων ἐστὶ καὶ ᾗ ἕτερα;
ΕΥΘ. ἔγωγέ μοι δοκῶ μανθάνειν.
ΣΩ. οὐκοῦν καὶ φιλούμενόν τί ἐστιν καὶ τούτου ἕτερον τὸ φιλοῦν;
ΕΥΘ. πῶς γὰρ οὔ;
ΣΩ. λέγε δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται φερόμενόν ἐστιν, ἢ διʼ ἄλλο τι;γ
ΕΥΘ. οὔκ, ἀλλὰ διὰ τοῦτο.
ΣΩ. καὶ τὸ ἀγόμενον δὴ διότι ἄγεται, καὶ τὸ ὁρώμενον διότι ὁρᾶται;
ΕΥΘ. πάνυ γε.
ΣΩ. οὐκ ἄρα διότι ὁρώμενόν γέ ἐστιν, διὰ τοῦτο ὁρᾶται, ἀλλὰ τὸ ἐναντίον διότι ὁρᾶται, διὰ τοῦτο ὁρώμενον· οὐδὲ διότι ἀγόμενόν ἐστιν, διὰ τοῦτο ἄγεται, ἀλλὰ διότι ἄγεται, διὰ τοῦτο ἀγόμενον· οὐδὲ διότι φερόμενον φέρεται, ἀλλὰ διότι φέρεται φερόμενον. ἆρα κατάδηλον, ὦ Εὐθύφρων, ὃ βούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εἴ τι γίγνεται ἤ τι πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλʼ ὅτι γίγνεται γιγνόμενόν ἐστιν· οὐδʼ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλʼ ὅτι πάσχει πάσχον ἐστίν· ἢ οὐ συγχωρεῖς οὕτω;
ΕΥΘ. ἔγωγε.
ΣΩ. οὐκοῦν καὶ τὸ φιλούμενον ἢ γιγνόμενόν τί ἐστιν ἢ πάσχον τι ὑπό του;
ΕΥΘ. πάνυ γε.
ΣΩ. καὶ τοῦτο ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα· οὐχ ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, ἀλλʼ ὅτι φιλεῖται φιλούμενον;
ΕΥΘ. ἀνάγκη.
ΣΩ. τί δὴ οὖν λέγομεν περὶ τοῦ ὁσίου, ὦ Εὐθύφρων; ἄλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς ὁ σὸς λόγος;γ
ΕΥΘ. ναί.
ΣΩ. ἆρα διὰ τοῦτο, ὅτι ὅσιόν ἐστιν, ἢ διʼ ἄλλο τι;
ΕΥΘ. οὔκ, ἀλλὰ διὰ τοῦτο.
ΣΩ. διότι ἄρα ὅσιόν ἐστιν φιλεῖται, ἀλλʼ οὐχ ὅτι φιλεῖται, διὰ τοῦτο ὅσιόν ἐστιν;
ΕΥΘ. ἔοικεν.
ΣΩ. ἀλλὰ μὲν δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλούμενόν ἐστι καὶ θεοφιλές.
ΕΥΘ. πῶς γὰρ οὔ;
ΣΩ. οὐκ ἄρα τὸ θεοφιλὲς ὅσιόν ἐστιν, ὦ Εὐθύφρων, οὐδὲ τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, ἀλλʼ ἕτερον τοῦτο τούτου.
ΕΥΘ. πῶς δή, ὦ Σώκρατες;γ
ΣΩ. ὅτι ὁμολογοῦμεν τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι, ὅτι ὅσιόν ἐστιν, ἀλλʼ οὐ διότι φιλεῖται ὅσιον εἶναι· ἦ γάρ;
ΕΥΘ. ναί.
ΣΩ. τὸ δέ γε θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αὐτῷ τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εἶναι, ἀλλʼ οὐχ ὅτι θεοφιλές, διὰ τοῦτο φιλεῖσθαι.
ΕΥΘ. ἀληθῆ λέγεις.