Section 976
ΑΘ. ἣν δὲ καλοῦσι μὲν ἰατρικήν, βοήθεια δέ που καὶ αὕτη σχεδὸν ὅσων ὧραι ψύχει καὶ καύματι ἀκαίρῳ καὶ πᾶσι τοῖς τοιούτοις ληίζονται τὴν τῶν ζῴων φύσιν. εὐδόκιμον δὲ οὐδὲν τούτων εἰς σοφίαν τὴν ἀληθεστάτην· ἄμετρα γὰρ δόξαις φορεῖται τοπαζόμενα. βοηθοὺς δέ που καὶ τοὺς κυβερνήτας ἅμα καὶ τοὺς ναύτας ἐροῦμεν, καὶ τούτων ἄνδρα σοφὸν μηδένα τις ἡμᾶς παραμυθούμενος ἐξ ἁπάντων διαγγελλέτω· οὐ γὰρ ἂν εἰδείη τις πνεύματος ὀργὴν οὐδὲ φιλίαν, ὃ προσφιλὲς ἁπάσῃ κυβερνητικῇ. καὶ μὴν οὐδʼ ὁπόσοι βοηθοὶ δίκαις ἐν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ γίγνεσθαι, μνήμῃ καὶ τριβῇ δόξης ἤθεσιν προσέχοντες τὸν νοῦν, ἀληθείας δὲ τῶν ὄντως δικαίων ἐκτὸς παρεσφαλμένοι. λοιπὴ δʼ ἔτι πρὸς δόξαν σοφίας ἐστίν τις ἄτοπος δύναμις, ἣν φύσιν ἂν οἱ πολλοὶ μᾶλλον ἢ σοφίαν ὀνομάσειαν, τότε ὅταν τινά τις συννοῇ ῥᾳδίως μὲν ὅτιπερ ἂν μανθάνῃ μανθάνοντα, μάλα δὲ πολλὰ καὶ ἀσφαλῶς μνημονεύοντα, ὅταν τε τὸ πρόσφορον ἑκάστῳ διαμνημονεύῃ τις, ὅτι γιγνόμενον ἂν πρέποι, τοῦτο δὲ ταχὺ δρᾷ· ταῦτα γὰρ ἅπαντα οἱ μὲν φύσιν, οἱ δὲ σοφίαν, οἱ δὲ ἀγχίνοιαν θήσουσιν φύσεως, σοφὸν δὲ ὄντως οὐδενὶ τούτων οὐδεὶς τῶν ἐμφρόνων ἐθελήσει ποτὲ καλεῖν. ἀλλὰ μὴν δεῖ φανῆναί γέ τινα ἐπιστήμην ἣν ἔχων σοφὸς γίγνοιτʼ ἂν ὁ σοφὸς ὄντως ὢν καὶ μὴ μόνον δοξαζόμενος. ἴδωμεν δή. χαλεπῷ μὲν γὰρ λόγῳ παντάπασιν ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτʼ ἂν ὄντως τε καὶ εἰκότως, ὁ δὲ λαβὼν οὔτε βάναυσος οὔτʼ ἠλίθιος ἔσται, σοφὸς δὲ καὶ ἀγαθὸς διʼ αὐτὴν πολίτης τε καὶ ἄρχων καὶ ἀρχόμενος ἐνδίκως ἔσται πόλεως ἅμα καὶ ἐμμελής. κατίδωμεν δὴ ταύτην πρώτην, τίς ποτʼ ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων. οὐ δὴ τοῦτό γε πάνυ χαλεπὸν τὸ κατιδεῖν. μία γὰρ ὡς εἰπεῖν πρὸς μίαν ἡ τὸν ἀριθμὸν δοῦσα παντὶ τῷ θνητῷ γένει τοῦτʼ ἂν δράσειεν· θεὸν δʼ αὐτὸν μᾶλλον ἤ τινα τύχην ἡγοῦμαι δόντα ἡμῖν σῴζειν ἡμᾶς.