Section 975
ΑΘ. ἐροῦμεν δὴ αἵ τʼ εἰσὶν καὶ ὅτι πᾶς ἀνὴρ αὐτάς, σχεδὸν ὅσοις ἀγὼν πρόκειται τοῦ δοκεῖν ὡς ἄριστον ἄνδρα συμβῆναι γενόμενον ἄν, φεύγει διὰ τὰς κτήσεις τῆς φρονήσεώς τε καὶ ἐπιτηδεύσεως. ἔστω δὴ πρῶτον μὲν ἡ τῆς ἀλληλοφαγίας τῶν ζῴων ἡμᾶς τῶν μέν, ὡς ὁ μῦθός ἐστιν, τὸ παράπαν ἀποστήσασα, τῶν δὲ εἰς τὴν νόμιμον ἐδωδὴν καταστήσασα. ἵλεῳ δʼ ἡμῖν οἱ πρόσθεν εἴησάν τε καὶ εἰσίν—οἵτινες μὲν γὰρ οὖν ἐλέγομεν, πρῶτοι χαιρέτωσαν—ἡ δʼ οὖν ἀλφίτων τε καὶ ἀλεύρων ποίησις ἅμα καὶ τροφὴ καλὴ μὲν καὶ ἀγαθή, σοφὸν δὲ ἄνδρα τελέως οὐκ ἐθελήσει ποτὲ ἀπεργάσασθαι· τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτʼ ἄν. σχεδὸν δʼ οὐδὲ χώρας συμπάσης γεωργία· οὐ γὰρ τέχνῃ ἀλλὰ φύσει κατὰ θεὸν πάντες φαινόμεθα γῆν μετακεχειρίσθαι. καὶ μὴν οὐδʼ ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλʼ οὐκ ἐπʼ ἀρετῇ λεγομένη. καὶ μὴν οὐδʼ ἡ σύμπασα θηρευτική, πολλή περ καὶ τεχνικὴ γεγονυῖα, τό γε μεγαλοπρεπὲς σὺν τῷ σοφῷ οὐκ ἀποδίδωσιν. οὐ μὴν οὐδὲ μαντική γε οὐδʼ ἑρμηνευτικὴ τὸ παράπαν· τὸ λεγόμενον γὰρ οἶδεν μόνον, εἰ δʼ ἀληθές, οὐκ ἔμαθεν. ὅτε δὴ τὴν τῶν ἀναγκαίων ὁρῶμεν κτῆσιν διὰ τέχνης μὲν ἀπεργαζομένην, τούτων δὲ οὐδεμίαν οὐδένα σοφὸν ποιοῦσαν, τό γε μετὰ τοῦτο παιδιά τις ἂν λείποιτο, μιμητικὴ μὲν τὸ πλεῖστον ἀλλʼ οὐδαμῇ σπουδαία. πολλοῖς μὲν γὰρ ὀργάνοις μιμοῦνται, πολλοῖς δʼ αὐτῶν τῶν σωμάτων οὐ πάντως εὐσχήμοσι μιμήμασιν, τά τε κατὰ λόγους καὶ μοῦσαν πᾶσαν, καὶ ὅσων γραφικὴ μήτηρ, πολλῶν καὶ παντοίων ποικιλμάτων ἀποτελουμένων ἐν πολλοῖς ὑγροῖς καὶ ξηροῖς γένεσιν· ὧν σοφὸν οὐδένα εἰς οὐδὲν σπουδῇ τῇ μεγίστῃ δημιουργοῦντα ἡ μιμητικὴ παρέχεται. πάντων δʼ ἐξειργασμένων τὸ λοιπὸν βοήθεια γίγνοιτʼ ἂν μυρία μυρίοις, ἡ μὲν μεγίστη τε καὶ εἰς πλεῖστα πολεμικὴ κληθεῖσα, στρατηγικὴ τέχνη, εὐδοκιμωτάτη πρὸς χρείαν, εὐτυχίας πλείστης δεομένη, μᾶλλον δὲ ἀνδρείᾳ κατὰ φύσιν ἢ σοφίᾳ δεδομένη.