ΑΛ. οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους.

ΣΩ. ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν.

ΑΛ. τί δή;

ΣΩ. ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν.

ΑΛ. τί τοῦτο λέγεις;

ΣΩ. οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὔ;

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι;

ΑΛ. ναί.

ΣΩ. ἐν οἷς δʼ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς;

ΑΛ. οὐ δῆτα.

ΣΩ. τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν;

ΑΛ. οὐδαμῶς.

ΣΩ. τί οὖν; δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον; καὶ ἐάν τινα ἐρωτᾷς, ἆρʼ οὐ τὰ αὐτὰ ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον; ὡσαύτως καὶ πάνθʼ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ;

ΑΛ. ναί.

ΣΩ. οὐκοῦν εἰς μὲν ταῦθʼ, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ μὲν ταῦθʼ αἱ δʼ ἄλλα φάσκουσαι;

ΑΛ. οὐ γάρ.

ΣΩ. εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί.

ΑΛ. ναί.

ΣΩ. οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν;

ΑΛ. πάνυ γε.

ΣΩ. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρʼ ἔτι οἱ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν;

ΑΛ. ἔμοιγε.

ΣΩ. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλʼ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρʼ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἦν δʼ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας αὐτοὺς διαφερομένους;

ΑΛ. ἔμοιγε.