Section 110
ΣΩ. καλῶς λέγεις. ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; ἢ ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται.
ΑΛ. ἀλλʼ ᾤμην εἰδέναι.
ΣΩ. τρίτον δʼ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως;
ΑΛ. ἔγωγε.
ΣΩ. ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ;
ΑΛ. ναί.
ΣΩ. τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι.
ΑΛ. πῶς εὖ οἶσθα;
ΣΩ. πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ· ἢ οὐκ ἀληθῆ λέγω;
ΑΛ. ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ;
ΣΩ. σὺ δʼ εἰ τύχοις ἀγνοῶν εἴτʼ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ ποιεῖν;
ΑΛ. μὰ Δίʼ ἀλλʼ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.
ΣΩ. ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.
ΑΛ. ἔγωγε· καὶ ἠπιστάμην γε.
ΣΩ. ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.
ΑΛ. οὐ δῆτα.
ΣΩ. πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.
ΑΛ. μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν.
ΣΩ. εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.
ΑΛ. οὐ πάνυ φαίνομαι.
ΣΩ. ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες, πῶς οἶσθα καὶ πόθεν;
ΑΛ. ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών.
ΣΩ. τὸ δὲ πῶς εἶχεν;
ΑΛ. ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.
ΣΩ. πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί.
ΑΛ. παρὰ τῶν πολλῶν.
ΣΩ. οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων.
ΑΛ. τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι;
ΣΩ. οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει;
ΑΛ. ναί.
ΣΩ. εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;
ΑΛ. οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν.
ΣΩ. ποῖα ταῦτα;