Section 134
ΑΛ. οὐ δῆτα.
ΣΩ. οὐδέ γε εἴσεται ὅτι πράττει.
ΑΛ. οὐ γὰρ οὖν.
ΣΩ. ὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται;
ΑΛ. πάνυ γε.
ΣΩ. ἐξαμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδίᾳ τε καὶ δημοσίᾳ;
ΑΛ. πῶς δʼ οὔ;
ΣΩ. κακῶς δὲ πράττων οὐκ ἄθλιος;
ΑΛ. σφόδρα γε.
ΣΩ. τί δʼ οἷς οὗτος πράττει;
ΑΛ. καὶ οὗτοι.
ΣΩ. οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι.
ΑΛ. οὐχ οἷόν τε.
ΣΩ. οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι.
ΑΛ. σφόδρα γε.
ΣΩ. οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας.
ΑΛ. φαίνεται.
ΣΩ. οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς.
ΑΛ. οὐ μέντοι.
ΣΩ. εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις.
ΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι;
ΑΛ. καὶ πῶς;
ΣΩ. αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως.
ΑΛ. ἀληθῆ λέγεις.
ΣΩ. οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην.
ΑΛ. φαίνεται.
ΣΩ. δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε.
ΑΛ. εἰκός γε.
ΣΩ. καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε.
ΑΛ. φαίνεται.
ΣΩ. ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε.
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε;
ΑΛ. ναί.
ΣΩ. ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν εὐδαιμονήσειν.
ΑΛ. ἀσφαλὴς γὰρ εἶ ἐγγυητής.
ΣΩ. ἀδίκως δέ γε πράττοντες, εἰς τὸ ἄθεον καὶ σκοτεινὸν βλέποντες, ὡς τὰ εἰκότα, ὅμοια τούτοις πράξετε ἀγνοοῦντες ὑμᾶς αὐτούς.
ΑΛ. ἔοικεν.