Section 200
ΣΩ. οὐ ῥᾴδιόν γε, ὦ Θεαίτητε, μὴ ἐπαινεῖν σε· ὃ μέντοι εἶπες πάλιν ἐπίσκεψαι. ἔστω μὲν γὰρ ὡς λέγεις· ὁ δὲ δὴ τὴν ἀνεπιστημοσύνην λαβὼν ψευδῆ μέν, φῄς, δοξάσει. ἦ γάρ;
ΘΕΑΙ. ναί.
ΣΩ. οὐ δήπου καὶ ἡγήσεταί γε ψευδῆ δοξάζειν.
ΘΕΑΙ. πῶς γάρ;
ΣΩ. ἀλλʼ ἀληθῆ γε, καὶ ὡς εἰδὼς διακείσεται περὶ ὧν ἔψευσται.
ΘΕΑΙ. τί μήν;
ΣΩ. ἐπιστήμην ἄρα οἰήσεται τεθηρευκὼς ἔχειν ἀλλʼ οὐκ ἀνεπιστημοσύνην.
ΘΕΑΙ. δῆλον.
ΣΩ. οὐκοῦν μακρὰν περιελθόντες πάλιν ἐπὶ τὴν πρώτην πάρεσμεν ἀπορίαν. ὁ γὰρ ἐλεγκτικὸς ἐκεῖνος γελάσας φήσει· πότερον,
ὦ βέλτιστοι, ἀμφοτέρας τις εἰδώς, ἐπιστήμην τε καὶ ἀνεπιστημοσύνην, ἣν οἶδεν, ἑτέραν αὐτὴν οἴεταί τινα εἶναι ὧν οἶδεν; ἢ οὐδετέραν αὐτὴν εἰδώς, ἣν μὴ οἶδε, δοξάζει ἑτέραν ὧν οὐκ οἶδεν; ἢ τὴν μὲν εἰδώς, τὴν δʼ οὔ, ἣν οἶδεν, ἣν μὴ οἶδεν; ἢ ἣν μὴ οἶδεν, ἣν οἶδεν ἡγεῖται; ἢ πάλιν αὖ μοι ἐρεῖτε ὅτι τῶν ἐπιστημῶν καὶ ἀνεπιστημοσυνῶν εἰσὶν αὖ ἐπιστῆμαι, ἃς ὁ κεκτημένος ἐν ἑτέροις τισὶ γελοίοις περιστερεῶσιν ἢ κηρίνοις πλάσμασι καθείρξας, ἕωσπερ ἂν κεκτῆται ἐπίσταται, καὶ ἐὰν μὴ προχείρους ἔχῃ ἐν τῇ ψυχῇ; καὶ οὕτω δὴ ἀναγκασθήσεσθε εἰς ταὐτὸν περιτρέχειν μυριάκις οὐδὲν πλέον ποιοῦντες;
τί πρὸς ταῦτα, ὦ Θεαίτητε, ἀποκρινούμεθα;
ΘΕΑΙ. ἀλλὰ μὰ Δίʼ, ὦ Σώκρατες, ἔγωγε οὐκ ἔχω τί χρὴ λέγειν.
ΣΩ. ἆρʼ οὖν ἡμῖν, ὦ παῖ, καλῶς ὁ λόγος ἐπιπλήττει καὶ ἐνδείκνυται ὅτι οὐκ ὀρθῶς ψευδῆ δόξαν προτέραν ζητοῦμεν ἐπιστήμης, ἐκείνην ἀφέντες; τὸ δʼ ἐστὶν ἀδύνατον γνῶναι πρὶν ἄν τις ἐπιστήμην ἱκανῶς λάβῃ τί ποτʼ ἐστίν.
ΘΕΑΙ. ἀνάγκη, ὦ Σώκρατες, ἐν τῷ παρόντι ὡς λέγεις οἴεσθαι.
ΣΩ. τί οὖν τις ἐρεῖ πάλιν ἐξ ἀρχῆς ἐπιστήμην; οὐ γάρ που ἀπεροῦμέν γέ πω;
ΘΕΑΙ. ἥκιστα, ἐάνπερ μὴ σύ γε ἀπαγορεύῃς.
ΣΩ. λέγε δή, τί ἂν αὐτὸ μάλιστα εἰπόντες ἥκιστʼ ἂν ἡμῖν αὐτοῖς ἐναντιωθεῖμεν;
ΘΕΑΙ. ὅπερ ἐπεχειροῦμεν, ὦ Σώκρατες, ἐν τῷ πρόσθεν· οὐ γὰρ ἔχω ἔγωγε ἄλλο οὐδέν.
ΣΩ. τὸ ποῖον;
ΘΕΑΙ. τὴν ἀληθῆ δόξαν ἐπιστήμην εἶναι. ἀναμάρτητόν γέ πού ἐστιν τὸ δοξάζειν ἀληθῆ, καὶ τὰ ὑπʼ αὐτοῦ γιγνόμενα πάντα καλὰ καὶ ἀγαθὰ γίγνεται.