Section 189
ΣΩ. καὶ ὁ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν ἀκούει.
ΘΕΑΙ. ναί.
ΣΩ. καὶ ὁ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;
ΘΕΑΙ. καὶ τοῦτο.
ΣΩ. ὁ δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει;
ΘΕΑΙ. ἀνάγκη.
ΣΩ. ὁ δʼ ἕν τι δοξάζων οὐκ ὄν τι;
ΘΕΑΙ. συγχωρῶ.
ΣΩ. ὁ ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.
ΘΕΑΙ. οὐ φαίνεται.
ΣΩ. ἀλλὰ μὴν ὅ γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.
ΘΕΑΙ. δῆλον, ὡς ἔοικεν.
ΣΩ. οὐκ ἄρα οἷόν τε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθʼ αὑτό.
ΘΕΑΙ. οὐ φαίνεται.
ΣΩ. ἄλλο τι ἄρʼ ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν.
ΘΕΑΙ. ἄλλο ἔοικεν.
ΣΩ. οὔτʼ ἄρʼ οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.
ΘΕΑΙ. οὐ γὰρ οὖν δή.
ΣΩ. ἀλλʼ ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν;
ΘΕΑΙ. πῶς;
ΣΩ. ἀλλοδοξίαν τινὰ οὖσαν ψευδῆ φαμεν εἶναι δόξαν, ὅταν τίς τι τῶν ὄντων ἄλλο αὖ τῶν ὄντων ἀνταλλαξάμενος τῇ διανοίᾳ φῇ εἶναι. οὕτω γὰρ ὂν μὲν ἀεὶ δοξάζει, ἕτερον δὲ ἀνθʼ ἑτέρου, καὶ ἁμαρτάνων οὗ ἐσκόπει δικαίως ἂν καλοῖτο ψευδῆ δοξάζων.
ΘΕΑΙ. ὀρθότατά μοι νῦν δοκεῖς εἰρηκέναι. ὅταν γάρ τις ἀντὶ καλοῦ αἰσχρὸν ἢ ἀντὶ αἰσχροῦ καλὸν δοξάζῃ, τότε ὡς ἀληθῶς δοξάζει ψευδῆ.
ΣΩ. δῆλος εἶ, ὦ Θεαίτητε, καταφρονῶν μου καὶ οὐ δεδιώς.
ΘΕΑΙ. τί μάλιστα;
ΣΩ. οὐκ ἂν οἶμαι σοὶ δοκῶ τοῦ ἀληθῶς ψευδοῦς ἀντιλαβέσθαι, ἐρόμενος εἰ οἷόν τε ταχὺ βραδέως ἢ κοῦφον βαρέως ἢ ἄλλο τι ἐναντίον μὴ κατὰ τὴν αὑτοῦ φύσιν ἀλλὰ κατὰ τὴν τοῦ ἐναντίου γίγνεσθαι ἑαυτῷ ἐναντίως. τοῦτο μὲν οὖν, ἵνα μὴ μάτην θαρρήσῃς, ἀφίημι. ἀρέσκει δέ, ὡς φῄς, τὸ τὰ ψευδῆ δοξάζειν ἀλλοδοξεῖν εἶναι;
ΘΕΑΙ. ἔμοιγε.
ΣΩ. ἔστιν ἄρα κατὰ τὴν σὴν δόξαν ἕτερόν τι ὡς ἕτερον καὶ μὴ ὡς ἐκεῖνο τῇ διανοίᾳ τίθεσθαι.
ΘΕΑΙ. ἔστι μέντοι.
ΣΩ. ὅταν οὖν τοῦθʼ ἡ διάνοιά του δρᾷ, οὐ καὶ ἀνάγκη αὐτὴν ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον διανοεῖσθαι;
ΘΕΑΙ. ἀνάγκη μὲν οὖν· ἤτοι ἅμα γε ἢ ἐν μέρει.
ΣΩ. κάλλιστα. τὸ δὲ διανοεῖσθαι ἆρʼ ὅπερ ἐγὼ καλεῖς;
ΘΕΑΙ. τί καλῶν;