ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. οὐκοῦν ἐπειδὴ τοῦτο μετρίως ἀφέστηκεν ἀπʼ ἐκείνων, ἀλλοτριότητι διορισθὲν πρὸς οἰκειότητα, τοῦτο αὐτὸ πάλιν αὖ διαιρεῖν ἀναγκαῖον, εἴ τινα τομὴν ἔτι ἔχομεν ὑπείκουσαν ἐν τούτῳ;

ΝΕ. ΣΩ. πάνυ γε.

ΞΕ. καὶ μὴν φαινόμεθα ἔχειν· ἀλλʼ ἐπακολουθῶν σύντεμνε.

ΝΕ. ΣΩ. πῇ;

ΞΕ. πάντας ὁπόσους ἂν ἄρχοντας διανοηθῶμεν ἐπιτάξει προσχρωμένους ἆρʼ οὐχ εὑρήσομεν γενέσεώς τινος ἕνεκα προστάττοντας;

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. καὶ μὴν τά γε γιγνόμενα πάντα δίχα διαλαβεῖν οὐ παντάπασι χαλεπόν.

ΝΕ. ΣΩ. πῇ;

ΞΕ. τὰ μὲν ἄψυχα αὐτῶν ἐστί που συμπάντων, τὰ δʼ ἔμψυχα.

ΝΕ. ΣΩ. ναί.

ΞΕ. τούτοις δέ γε αὐτοῖς τὸ τοῦ γνωστικοῦ μέρος ἐπιτακτικὸν ὄν, εἴπερ βουλόμεθα τέμνειν, τεμοῦμεν.

ΝΕ. ΣΩ. κατὰ τί;

ΞΕ. τὸ μὲν ἐπὶ ταῖς τῶν ἀψύχων γενέσεσιν αὐτοῦ τάττοντες, τὸ δʼ ἐπὶ ταῖς τῶν ἐμψύχων· καὶ πᾶν οὕτως ἤδη διαιρήσεται δίχα.

ΝΕ. ΣΩ. παντάπασί γε.

ΞΕ. τὸ μὲν τοίνυν αὐτῶν παραλίπωμεν, τὸ δʼ ἀναλάβωμεν, ἀναλαβόντες δὲ μερισώμεθα εἰς δύο τὸ σύμπαν.

ΝΕ. ΣΩ. λέγεις δʼ αὐτοῖν ἀναληπτέον εἶναι πότερον;

ΞΕ. πάντως που τὸ περὶ τὰ ζῷα ἐπιτακτικόν. οὐ γὰρ δὴ τό γε τῆς βασιλικῆς ἐπιστήμης ἐστί ποτε τῶν ἀψύχων ἐπιστατοῦν, οἷον ἀρχιτεκτονικόν, ἀλλὰ γενναιότερον, ἐν τοῖς ζῴοις καὶ περὶ αὐτὰ ταῦτα τὴν δύναμιν ἀεὶ κεκτημένον.

ΝΕ. ΣΩ. ὀρθῶς.

ΞΕ. τήν γε μὴν τῶν ζῴων γένεσιν καὶ τροφὴν τὴν μέν τις ἂν ἴδοι μονοτροφίαν οὖσαν, τὴν δὲ κοινὴν τῶν ἐν ταῖς ἀγέλαις θρεμμάτων ἐπιμέλειαν.

ΝΕ. ΣΩ. ὀρθῶς.

ΞΕ. ἀλλʼ οὐ μὴν τόν γε πολιτικὸν εὑρήσομεν ἰδιοτρόφον, ὥσπερ βοηλάτην ἤ τινα ἱπποκόμον, ἀλλʼ ἱπποφορβῷ τε καὶ βουφορβῷ μᾶλλον προσεοικότα.

ΝΕ. ΣΩ. φαίνεταί γε δὴ ῥηθὲν νῦν.

ΞΕ. πότερον οὖν τῆς ζῳοτροφίας τὴν τῶν συμπόλλων κοινὴν τροφὴν ἀγελαιοτροφίαν ἢ κοινοτροφικήν τινα ὀνομάζομεν;

ΝΕ. ΣΩ. ὁπότερον ἂν ἐν τῷ λόγῳ συμβαίνῃ.