Section 302
ΞΕ. θαυμάζομεν δῆτα, ὦ Σώκρατες, ἐν ταῖς τοιαύταις πολιτείαις ὅσα συμβαίνει γίγνεσθαι κακὰ καὶ ὅσα συμβήσεται, τοιαύτης τῆς κρηπῖδος ὑποκειμένης αὐταῖς, τῆς κατὰ γράμματα καὶ ἔθη μὴ μετὰ ἐπιστήμης πραττούσης τὰς πράξεις, ᾗ ἑτέρα προσχρωμένη παντὶ κατάδηλος ὡς πάντʼ ἂν διολέσειε τὰ ταύτῃ γιγνόμενα; ἢ ἐκεῖνο ἡμῖν θαυμαστέον μᾶλλον, ὡς ἰσχυρόν τι πόλις ἐστὶ φύσει; πάσχουσαι γὰρ δὴ τοιαῦτα αἱ πόλεις νῦν χρόνον ἀπέραντον, ὅμως ἔνιαί τινες αὐτῶν μόνιμοί τέ εἰσι καὶ οὐκ ἀνατρέπονται· πολλαὶ μὴν ἐνίοτε καὶ καθάπερ πλοῖα καταδυόμεναι διόλλυνται καὶ διολώλασι καὶ ἔτι διολοῦνται διὰ τὴν τῶν κυβερνητῶν καὶ ναυτῶν μοχθηρίαν τῶν περὶ τὰ μέγιστα μεγίστην ἄγνοιαν εἰληφότων, οἳ περὶ τὰ πολιτικὰ κατʼ οὐδὲν γιγνώσκοντες ἡγοῦνται κατὰ πάντα σαφέστατα πασῶν ἐπιστημῶν ταύτην εἰληφέναι.
ΝΕ. ΣΩ. ἀληθέστατα.
ΞΕ. τίς οὖν δὴ τῶν οὐκ ὀρθῶν πολιτειῶν τούτων ἥκιστα χαλεπὴ συζῆν, πασῶν χαλεπῶν οὐσῶν, καὶ τίς βαρυτάτη; δεῖ τι κατιδεῖν ἡμᾶς, καίπερ πρός γε τὸ νῦν προτεθὲν ἡμῖν πάρεργον λεγόμενον; οὐ μὴν ἀλλʼ εἴς γε τὸ ὅλον ἴσως ἅπανθʼ ἕνεκα τοῦ τοιούτου πάντες δρῶμεν χάριν.
ΝΕ. ΣΩ. δεῖ· πῶς δʼ οὔ;
ΞΕ. τὴν αὐτὴν τοίνυν φάθι τριῶν οὐσῶν χαλεπὴν διαφερόντως γίγνεσθαι καὶ ῥᾴστην.
ΝΕ. ΣΩ. πῶς φῄς;
ΞΕ. οὐκ ἄλλως, πλὴν μοναρχίαν φημὶ καὶ ὀλίγων ἀρχὴν καὶ πολλῶν, εἶναι τρεῖς ταύτας ἡμῖν λεγομένας τοῦ νῦν ἐπικεχυμένου λόγου κατʼ ἀρχάς.
ΝΕ. ΣΩ. ἦσαν γὰρ οὖν.
ΞΕ. ταύτας τοίνυν δίχα τέμνοντες μίαν ἑκάστην ἓξ ποιῶμεν, τὴν ὀρθὴν χωρὶς ἀποκρίναντες τούτων ἑβδόμην.
ΝΕ. ΣΩ. πῶς;
ΞΕ. ἐκ μὲν τῆς μοναρχίας βασιλικὴν καὶ τυραννικήν, ἐκ δʼ αὖ τῶν μὴ πολλῶν τήν τε εὐώνυμον ἔφαμεν εἶναι ἀριστοκρατίαν καὶ ὀλιγαρχίαν· ἐκ δʼ αὖ τῶν πολλῶν τότε μὲν ἁπλῆν ἐπονομάζοντες ἐτίθεμεν δημοκρατίαν, νῦν δʼ αὖ καὶ ταύτην ἡμῖν θετέον ἐστὶ διπλῆν.
ΝΕ. ΣΩ. πῶς δή; καὶ τίνι διαιροῦντες ταύτην;
ΞΕ. οὐδὲν διαφέροντι τῶν ἄλλων, οὐδʼ εἰ τοὔνομα ἤδη διπλοῦν ἐστι ταύτης· ἀλλὰ τό γε κατὰ νόμους ἄρχειν καὶ παρανόμως ἔστι καὶ ταύτῃ καὶ ταῖς ἄλλαις.
ΝΕ. ΣΩ. ἔστι γὰρ οὖν.
ΞΕ. τότε μὲν τοίνυν τὴν ὀρθὴν ζητοῦσι τοῦτο τὸ τμῆμα οὐκ ἦν χρήσιμον, ὡς ἐν τοῖς πρόσθεν ἀπεδείξαμεν· ἐπειδὴ δὲ ἐξείλομεν ἐκείνην, τὰς δʼ ἄλλας ἔθεμεν ἀναγκαίας, ἐν ταύταις δὴ τὸ παράνομον καὶ ἔννομον ἑκάστην διχοτομεῖ τούτων.
ΝΕ. ΣΩ. ἔοικεν τούτου νῦν ῥηθέντος τοῦ λόγου.
ΞΕ. μοναρχία τοίνυν ζευχθεῖσα μὲν ἐν γράμμασιν ἀγαθοῖς, οὓς νόμους λέγομεν, ἀρίστη πασῶν τῶν ἕξ· ἄνομος δὲ χαλεπὴ καὶ βαρυτάτη συνοικῆσαι.