ΞΕ. τῇδε. εἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός, ἆρʼ οὐκ ἀναγκαῖον αὐτῷ προσαγορεύεσθαι τοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει;

ΝΕ. ΣΩ. ναί.

ΞΕ. τί δʼ; ὅστις βασιλεύοντι χώρας ἀνδρὶ παραινεῖν δεινὸς ἰδιώτης ὢν αὐτός, ἆρʼ οὐ φήσομεν ἔχειν αὐτὸν τὴν ἐπιστήμην ἣν ἔδει τὸν ἄρχοντα αὐτὸν κεκτῆσθαι;

ΝΕ. ΣΩ. φήσομεν.

ΞΕ. ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική;

ΝΕ. ΣΩ. ναί.

ΞΕ. ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται;

ΝΕ. ΣΩ. δίκαιον γοῦν.

ΞΕ. καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν.

ΝΕ. ΣΩ. τί μήν;

ΞΕ. τί δέ; μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον;

ΝΕ. ΣΩ. οὐδέν.

ΞΕ. οὐκοῦν, ὃ νυνδὴ διεσκοπούμεθα, φανερὸν ὡς ἐπιστήμη μία περὶ πάντʼ ἐστὶ ταῦτα· ταύτην δὲ εἴτε βασιλικὴν εἴτε πολιτικὴν εἴτε οἰκονομικήν τις ὀνομάζει, μηδὲν αὐτῷ διαφερώμεθα.

ΝΕ. ΣΩ. τί γάρ;

ΞΕ. ἀλλὰ μὴν τόδε γε δῆλον, ὡς βασιλεὺς ἅπας χερσὶ καὶ σύμπαντι τῷ σώματι σμίκρʼ ἄττα εἰς τὸ κατέχειν τὴν ἀρχὴν δύναται πρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην.

ΝΕ. ΣΩ. δῆλον.

ΞΕ. τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;

ΝΕ. ΣΩ. τί μήν;

ΞΕ. τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;

ΝΕ. ΣΩ. δῆλον.

ΞΕ. οὐκοῦν πορευοίμεθʼ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;

ΝΕ. ΣΩ. πάνυ γε.

ΞΕ. πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.

ΝΕ. ΣΩ. φράζε ποίαν.

ΞΕ. τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη.

ΝΕ. ΣΩ. ναί.

ΞΕ. τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;

ΝΕ. ΣΩ. τί μήν;

ΞΕ. καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλʼ ἐργατῶν ἄρχων.

ΝΕ. ΣΩ. ναί.

ΞΕ. παρεχόμενός γέ που γνῶσιν ἀλλʼ οὐ χειρουργίαν.

ΝΕ. ΣΩ. οὕτως.